§5.32.1ὁ μὲν δὴ Ἀρισταγόρης ὡς ταῦτα ἤκουσε, περιχαρὴς ἐὼν ἀπήιε ἐς Μίλητον.
阿里斯塔戈拉斯听了这些话后,心中大喜,回到了米利都。
ὁ δὲ Ἀρταφρένης, ὥς οἱ πέμψαντι ἐς Σοῦσα καὶ ὑπερθέντι τὰ ἐκ τοῦ Ἀρισταγόρεω λεγόμενα συνέπαινος καὶ αὐτὸς Δαρεῖος ἐγένετο, παρεσκευάσατο μὲν διηκοσίας τριήρεας, πολλὸν δὲ κάρτα ὅμιλον Περσέων τε καὶ τῶν ἄλλων συμμάχων, στρατηγὸν δὲ τούτων ἀπέδεξε Μεγαβάτην ἄνδρα Πέρσην τῶν Ἀχαιμενιδέων, ἑωυτοῦ τε καὶ Δαρείου ἀνεψιόν, τοῦ Παυσανίης ὁ Κλεομβρότου Λακεδαιμόνιος, εἰ δὴ ἀληθής γε ἐστὶ ὁ λόγος, ὑστέρῳ χρόνῳ τούτων ἡρμόσατο θυγατέρα, ἔρωτα σχὼν τῆς Ἑλλάδος τύραννος γενέσθαι.
而阿塔弗雷内斯,在他派人去苏萨并将阿里斯塔戈拉斯的提议报告给大流士后,大流士本人也表示赞同,于是阿塔弗雷内斯装备了两百艘三列桨战船,以及由波斯人和其它盟友组成的一支极为庞大的军队,并任命梅加巴特斯为这支军队的将军。 梅加巴特斯是一个阿卡伊美尼德家族的波斯人,是阿塔弗雷内斯和大流士两人的堂兄弟;如果传闻属实的话,后来拉刻代蒙人克累翁布罗托斯之子帕乌萨尼亚斯,因怀有成为希腊僭主的野心,曾与他的女儿订婚。
ἀποδέξας δὲ Μεγαβάτην στρατηγὸν Ἀρταφρένης ἀπέστειλε τὸν στρατὸν παρὰ τὸν Ἀρισταγόρεα.
阿塔弗雷内斯在任命梅加巴特斯为将军后,便将这支军队派往阿里斯塔戈拉斯那里。