§5.28.1οὗτος δὲ τοσαῦτα ἐξεργάσατο στρατηγήσας.
此人在担任将军期间便完成了这么多事情。
μετὰ δὲ οὐ πολλὸν χρόνον ἄνεσις κακῶν ἦν, καὶ ἤρχετο τὸ δεύτερον ἐκ Νάξου τε καὶ Μιλήτου Ἴωσι γίνεσθαι κακά.
没过多久,灾祸有了一段暂歇期,但紧接着,第二次灾祸又从纳克索斯和米利都开始降临到伊奥尼亚人身上。
τοῦτο μὲν γὰρ ἡ Νάξος εὐδαιμονίῃ τῶν νήσων προέφερε, τοῦτο δὲ κατὰ τὸν αὐτὸν χρόνον ἡ Μίλητος αὐτή τε ἑωυτῆς μάλιστα δὴ τότε ἀκμάσασα καὶ δὴ καὶ τῆς Ἰωνίης ἦν πρόσχημα, κατύπερθε δὲ τούτων ἐπὶ δύο γενεὰς ἀνδρῶν νοσήσασα ἐς τὰ μάλιστα στάσι, μέχρι οὗ μιν Πάριοι κατήρτισαν·
因为一方面,纳克索斯在岛屿中以富庶著称,在各岛中首屈一指;另一方面,在同一时期,米利都自身也正处于其历史上的鼎盛时期,堪称伊奥尼亚的明珠。 然而在此之前,米利都曾因内讧而严重病态达两代人之久,直到帕罗斯人使他们恢复了秩序。
τούτους γὰρ καταρτιστῆρας ἐκ πάντων Ἑλλήνων εἵλοντο οἱ Μιλήσιοι.
因为米利都人在所有希腊人中挑选了他们作为调停者。