Humanitext Reader

希罗多德 · 历史 §5.29.1-5.29.2

帕罗斯人的调停与米利都的治理

第 798 段,共 1577 段 · 希腊语

内容简介

帕罗斯调停者视察了米利都领土,在废墟中找出将农田耕作得井井有条的土地所有者,并提议由这些人来治理城市。

§5.29.1κατήλλαξαν δὲ σφέας ὧδε Πάριοι.
帕罗斯人是用以下方式调停他们的。
ὡς ἀπίκοντο αὐτῶν ἄνδρες οἱ ἄριστοι ἐς τὴν Μίλητον, ὥρων γὰρ δή σφεας δεινῶς οἰκοφθορημένους, ἔφασαν αὐτῶν βούλεσθαι διεξελθεῖν τὴν χώρην·
当帕罗斯人中最优秀的人士抵达米利都,看到米利都人的家园已极度破败时,便表示希望走访他们的领土。
ποιεῦντες δὲ ταῦτα καὶ διεξιόντες πᾶσαν τὴν Μιλησίην, ὅκως τινὰ ἴδοιεν ἐν ἀνεστηκυίῃ τῇ χώρῃ ἀγρὸν εὖ ἐξεργασμένον, ἀπεγράφοντο τὸ οὔνομα τοῦ δεσπότεω τοῦ ἀγροῦ.
他们履行了这一计划,走遍了整个米利都地区,每当在荒废的土地中看到有人将农田耕作得很好时,便记下那片农田主人的名字。
§5.29.2διεξελάσαντες δὲ πᾶσαν τὴν χώρην καὶ σπανίους εὑρόντες τούτους, ὡς τάχιστα κατέβησαν ἐς τὸ ἄστυ, ἁλίην ποιησάμενοι ἀπέδεξαν τούτους μὲν πόλιν νέμειν τῶν εὗρον τοὺς ἀγροὺς εὖ ἐξεργασμένους· δοκέειν γὰρ ἔφασαν καὶ τῶν δημοσίων οὕτω δή σφεας ἐπιμελήσεσθαι ὥσπερ τῶν σφετέρων·
在走遍了整个地区并且只发现极少数这样的人之后,他们便尽快回到了城里。 在召开公民大会后,他们指定正是这些被发现将农田耕作得很好的人来治理城市;因为他们说,他们认为这些人对公共事务的关心也会像对他们自己的私有财产那样。
τοὺς δὲ ἄλλους Μιλησίους τοὺς πρὶν στασιάζοντας τούτων ἔταξαν πείθεσθαι.
而对于其他之前参与内讧的米利都人,帕罗斯人则命令他们服从这些人的统治。

词汇与语法注释

  1. 5.29.1ὅκως τινὰ ἴδοιεν — 连词 ὅκως 与祈愿式 ἴδοιεν 结合,表示过去重复发生的动作(“每当他们看到……”)。
  2. 5.29.2τῶν εὗρον τοὺς ἀγροὺς εὖ ἐξεργασμένους — 关系代名词 τῶν 代替了 [ἐκείνων] οὓς,先行词被省略,且关系代名词被吸引为属格(与 τούτους 构成部分属格关系,意为“在他们所发现的那些人中,指派这些人……”)。
  3. 5.29.2δοκέειν γὰρ ἔφασαν καὶ τῶν δημοσίων οὕτω δή σφεας ἐπιμελήσεσθαι ὥσπερ τῶν σφετέρων — 间接引语中的双重不定式结构。不定式 δοκέειν 隶属于主动词 ἔφασαν(“他们说”),而代词 σφεας(指农民们)和未来不定式 ἐπιμελήσεσθαι(“将会照管”)则进一步隶属于 δοκέειν(意为“因为他们说,他们认为这些人也会照管……”)。

引用这一段

希罗多德, 历史 §5.29.1-5.29.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.29.1-5.29.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。