§5.27.1οἱ μὲν δὴ Λήμνιοι καὶ ἐμαχέσαντο εὖ καὶ ἀμυνόμενοι ἀνὰ χρόνον ἐκακώθησαν, τοῖσι δὲ περιεοῦσι αὐτῶν οἱ Πέρσαι ὕπαρχον ἐπιστᾶσι Λυκάρητον τὸν Μαιανδρίου τοῦ βασιλεύσαντος Σάμου ἀδελφεόν.
雷姆诺斯人确实进行了英勇的战斗,虽然进行了抵抗,但随着时间的推移,他们还是被击败了。 波斯人在他们幸存的人之上,设立了萨摩斯僭主迈安德里奥斯的兄弟吕卡雷托斯作为总督。
§5.27.2οὗτος ὁ Λυκάρητος ἄρχων ἐν Λήμνῳ τελευτᾷ. αἰτίη δὲ τούτου ἥδε·
这位吕卡雷托斯在统治雷姆诺斯期间去世。
πάντας ἠνδραποδίζετο καὶ κατεστρέφετο τοὺς μὲν λιποστρατίης ἐπὶ Σκύθας αἰτιώμενος, τοὺς δὲ σίνασθαι τὸν Δαρείου στρατὸν ἀπὸ Σκυθέων ὀπίσω ἀποκομιζόμενον.
而个中缘由如下:他将所有人奴役并加以征服,指责其中一些人缺席对塞人(斯基泰人)的远征,指责另一些人伤害了从塞人(斯基泰人)土地返回的达赖乌斯军队。