§5.24.1ταῦτα λέγων ὁ Μεγάβαζος εὐπετέως ἔπειθε Δαρεῖον ὡς εὖ προορῶν τὸ μέλλον γίνεσθαι.
迈加巴佐斯说着这些话,很容易地就说服了大流士,因为他表现得十分高瞻远瞩,看清了未来的发展。
μετὰ δὲ πέμψας ἄγγελον ἐς τὴν Μύρκινον ὁ Δαρεῖος ἔλεγε τάδε. Ἱστιαῖε, βασιλεὺς Δαρεῖος τάδε λέγει. ἐγὼ φροντίζων εὑρίσκω ἐμοί τε καὶ τοῖσι ἐμοῖσι πρήγμασι εἶναι οὐδένα σεῦ ἄνδρα εὐνοέστερον· τοῦτο δὲ οὐ λόγοισι ἀλλʼ ἔργοισι οἶδα μαθών.
随后,大流士派使者前往米尔基努斯,传达了如下的话: “希斯提哀乌斯,大流士国王这样说道:我反复思量,发现在对我个人及我的国家事务上,没有比你更忠诚的人了;而这一点,我不是通过言辞,而是通过你的实际行动了解并深知的。
§5.24.2νῦν ὦν, ἐπινοέω γὰρ πρήγματα μεγάλα κατεργάσασθαι, ἀπίκεό μοι πάντως, ἵνα τοι αὐτὰ ὑπερθέωμαι.
所以现在,因为我正计划成就一番伟业,请务必来到我这里,以便我向你共同商议这些事情。
τούτοισι τοῖσι ἔπεσι πιστεύσας ὁ Ἱστιαῖος, καὶ ἅμα μέγα ποιεύμενος βασιλέος σύμβουλος γενέσθαι, ἀπίκετο ἐς τὰς Σάρδις·
” 希斯提哀乌斯相信了这些话,同时又以能成为国王的顾问为莫大的荣幸,于是来到了萨尔迪斯。
§5.24.3ἀπικομένῳ δέ οἱ ἔλεγε Δαρεῖος τάδε. Ἱστιαῖε, ἐγώ σε μετεπεμψάμην τῶνδε εἵνεκεν. ἐπείτε τάχιστα ἐνόστησα ἀπὸ Σκυθέων καὶ σύ μοι ἐγένεο ἐξ ὀφθαλμῶν, οὐδέν κω ἄλλο χρῆμα οὕτω ἐν βραχέι ἐπεζήτησα ὡς σὲ ἰδεῖν τε καὶ ἐς λόγους μοι ἀπικέσθαι, ἐγνωκὼς ὅτι κτημάτων πάντων ἐστὶ τιμιώτατον ἀνὴρ φίλος συνετός τε καὶ εὔνοος, τά τοι ἐγὼ καὶ ἀμφότερα συνειδὼς ἔχω μαρτυρέειν ἐς πρήγματα τὰ ἐμά.
当他到达时,大流士对他说: “希斯提哀乌斯,我召你来是出于以下原因:自我从塞人之地返回、你离开我的视线以来,在这短短的时间里,我最渴望的事莫过于见到你并与你交谈;因为我深知,在一切财富中,最宝贵的就是一位既聪明又忠诚的友人,而这两点品质我都深知你兼而有之,并且在我的国家事务中可以为此作证。
§5.24.4νῦν ὦν, εὖ γὰρ ἐποίησας ἀπικόμενος, τάδε τοι ἐγὼ προτείνομαι· Μίλητον μὲν ἔα καὶ τὴν νεόκτιστον ἐν Θρηίκῃ πόλιν, σὺ δέ μοι ἑπόμενος ἐς Σοῦσα ἔχε τά περ ἂν ἐγὼ ἔχω, ἐμός τε σύσσιτος ἐὼν καὶ σύμβουλος.
所以现在,既然你来得正好,我向你提出这个建议:放下米利都和你在色雷斯新建的城市,随我一同前往苏萨,成为我的同席之友和顾问,与我共同拥有我所拥有的一切。 ”