§5.23.1ταῦτα μέν νυν οὕτω κῃ ἐγένετο.
且说,这些事便是如此发生的。
Μεγάβαζος δὲ ἄγων τοὺς Παίονας ἀπίκετο ἐπὶ τὸν Ἑλλήποντον· ἐνθεῦτεν διαπεραιωθεὶς ἀπίκετο ἐς τὰς Σάρδις.
迈加巴佐斯率领着派奥尼亚人到达了赫勒斯滂;从那里渡海后,他到达了萨尔迪斯。
ἅτε δὲ τειχέοντος ἤδη Ἱστιαίου τοῦ Μιλησίου τὴν παρὰ Δαρείου αἰτήσας ἔτυχε μισθὸν δωρεὴν φυλακῆς τῆς σχεδίης, ἐόντος δὲ τοῦ χώρου τούτου παρὰ Στρυμόνα ποταμὸν τῷ οὔνομα ἐστὶ Μύρκινος, μαθὼν ὁ Μεγάβαζος τὸ ποιεύμενον ἐκ τοῦ Ἱστιαίου, ὡς ἦλθε τάχιστα ἐς τὰς Σάρδις ἄγων τοὺς Παίονας, ἔλεγε Δαρείῳ τάδε. §5.23.2ὦ βασιλεῦ, κοῖόν τι χρῆμα ἐποίησας, ἀνδρὶ Ἕλληνι δεινῷ τε καὶ σοφῷ δοὺς ἐγκτίσασθαι πόλιν ἐν Θρηίκῃ, ἵνα ἴδη τε ναυπηγήσιμος ἐστὶ ἄφθονος καὶ πολλοὶ κωπέες καὶ μέταλλα ἀργύρεα, ὅμιλός τε πολλὸς μὲν Ἕλλην περιοικέει πολλὸς δὲ βάρβαρος, οἳ προστάτεω ἐπιλαβόμενοι ποιήσουσι τοῦτο τὸ ἂν κεῖνος ἐξηγέηται καὶ ἡμέρης καὶ νυκτός.
由于米利都人希斯提哀乌斯已经开始在他向大流士请求并获得的土地上筑城(作为他看守浮桥的谢礼),而这片地方位于斯特里门河畔,名叫米尔基努斯,因此迈加巴佐斯在得知希斯提哀乌斯所做的事情后,一带着派奥尼亚人抵达萨尔迪斯,就对大流士这样说道: “国王啊,您做了一件什么样的事啊! 您竟然允许一个既可怕又精明的希腊人在色雷斯建立一座城市。 那里有取之不尽的造船木材、众多的桨手和银矿,而且周围还居住着大量的希腊人和蛮族人群,他们一旦得到了带头人,就会日以继夜地听从他的调遣。
§5.23.3σύ νυν τοῦτον τὸν ἄνδρα παῦσον ταῦτα ποιεῦντα, ἵνα μὴ οἰκηίῳ πολέμῳ συνέχῃ· τρόπῳ δὲ ἠπίῳ μεταπεμψάμενος παῦσον.
因此,您现在要制止这个人的行为,以免陷入内战的困境;用温和的方式把它召来,然后制止他。
ἐπεὰν δὲ αὐτὸν περιλάβῃς, ποιέειν ὅκως μηκέτι κεῖνος ἐς Ἕλληνας ἀπίξεται.
一旦您把它控制在手中,就要设法让他再也无法回到希腊人那里去。 ”