§5.111.1ἤλαυνε δὲ ἵππον ὁ Ἀρτύβιος δεδιδαγμένον πρὸς ὁπλίτην ἵστασθαι ὀρθόν.
阿尔提比乌斯骑着一匹受过训练、会对着重装步兵直立起身体的马。
πυθόμενος ὦν ταῦτα ὁ Ὀνήσιλος, ἦν γάρ οἱ ὑπασπιστὴς γένος μὲν Κὰρ τὰ δὲ πολέμια κάρτα δόκιμος καὶ ἄλλως λήματος πλέος, εἶπε πρὸς τοῦτον §5.111.2πυνθάνομαι τὸν Ἀρτυβίου ἵππον ἱστάμενον ὀρθὸν καὶ ποσὶ καὶ στόματι κατεργάζεσθαι πρὸς τὸν ἂν προσενειχθῇ·
欧涅西洛斯得知此事后——他有一名盾随从,出身于卡里亚,在军事上极有声誉,而且气概非凡——便对他说: “我听说阿尔提比乌斯的马会直立起来,用蹄子和嘴去对付任何冲向它的人。
σὺ ὦν βουλευσάμενος εἰπὲ αὐτίκα ὁκότερον βούλεαι φυλάξας πλῆξαι, εἴτε τὸν ἵππον εἴτε αὐτὸν Ἀρτύβιον.
因此,你且商量一下,立刻告诉我你想要防备并击打哪一个,是那匹马,还是阿尔提比乌斯本人。
§5.111.3εἶπε πρὸς ταῦτα ὁ ὀπάων αὐτοῦ
ὦ βασιλεῦ, ἕτοιμος μὲν ἐγώ εἰμι ποιέειν καὶ ἀμφότερα καὶ τὸ ἕτερον αὐτῶν, καὶ πάντως τὸ ἂν σὺ ἐπιτάσσῃς·
” 对此,他的扈从回答说: “王啊,我随时准备好做这两件事,或者其中之一,并且完全服从您的任何命令。
ὡς μέντοι ἔμοιγε δοκέει εἶναι τοῖσι σοῖσι πρήγμασι προσφερέστερον, φράσω.
然而,我要说出我认为对您的事业更为合适的方式。
§5.111.4βασιλέα μὲν καὶ στρατηγὸν χρεὸν εἶναι φημὶ βασιλέι τε καὶ στρατηγῷ προσφέρεσθαι.
我认为,国王和将军应当去对抗国王和将军。
ἤν τε γὰρ κατέλῃς ἄνδρα στρατηγόν, μέγα τοι γίνεται, καὶ δεύτερα, ἢν σὲ ἐκεῖνος, τὸ μὴ γένοιτο, ὑπὸ ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίσεα συμφορή·
因为如果您斩杀了那名将领,这对您将是莫大的光荣;其次,万一他斩杀了您——但愿这不会发生——被一个相称的对手所杀,灾祸也折了一半。
ἡμέας δὲ τοὺς ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸς ἵππον·
而我们做部下的,则应当去对抗其他的部下以及那匹马。
τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς·
至于那匹马的招数,您完全不用害怕;因为我向您保证,它绝不会再在任何人面前直立起来了。
ἐγὼ γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι ἐναντίον.
”