§5.111.1ἤλαυνε δὲ ἵππον ὁ Ἀρτύβιος δεδιδαγμένον πρὸς ὁπλίτην ἵστασθαι ὀρθόν.
Artybius drove a horse that had been trained to rear up against a hoplite.
πυθόμενος ὦν ταῦτα ὁ Ὀνήσιλος, ἦν γάρ οἱ ὑπασπιστὴς γένος μὲν Κὰρ τὰ δὲ πολέμια κάρτα δόκιμος καὶ ἄλλως λήματος πλέος, εἶπε πρὸς τοῦτον §5.111.2πυνθάνομαι τὸν Ἀρτυβίου ἵππον ἱστάμενον ὀρθὸν καὶ ποσὶ καὶ στόματι κατεργάζεσθαι πρὸς τὸν ἂν προσενειχθῇ·
Onesilus, then, having learned of this—for he had a shield-bearer who was Karian by race, highly approved in matters of war, and otherwise full of spirit—said to him: "I understand that Artybius' horse, rearing up, attacks with both its hooves and its mouth against whomever it may encounter.
σὺ ὦν βουλευσάμενος εἰπὲ αὐτίκα ὁκότερον βούλεαι φυλάξας πλῆξαι, εἴτε τὸν ἵππον εἴτε αὐτὸν Ἀρτύβιον. §5.111.3εἶπε πρὸς ταῦτα ὁ ὀπάων αὐτοῦ
ὦ βασιλεῦ, ἕτοιμος μὲν ἐγώ εἰμι ποιέειν καὶ ἀμφότερα καὶ τὸ ἕτερον αὐτῶν, καὶ πάντως τὸ ἂν σὺ ἐπιτάσσῃς·
You, therefore, having deliberated, tell me at once which of the two you wish to watch out for and strike, whether the horse or Artybius himself." To this his attendant replied: "O king, I am ready to do both, or either one of them, and indeed whatever you may command.
ὡς μέντοι ἔμοιγε δοκέει εἶναι τοῖσι σοῖσι πρήγμασι προσφερέστερον, φράσω.
However, I will declare what seems to me to be more fitting for your affairs.
§5.111.4βασιλέα μὲν καὶ στρατηγὸν χρεὸν εἶναι φημὶ βασιλέι τε καὶ στρατηγῷ προσφέρεσθαι.
I say that it is fitting for a king and general to encounter a king and general.
ἤν τε γὰρ κατέλῃς ἄνδρα στρατηγόν, μέγα τοι γίνεται, καὶ δεύτερα, ἢν σὲ ἐκεῖνος, τὸ μὴ γένοιτο, ὑπὸ ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίσεα συμφορή·
For if you slay a general, it becomes a great thing for you; and secondly, if he should slay you—which may it not happen!—to die at the hands of a worthy opponent is but half the disaster.
ἡμέας δὲ τοὺς ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸς ἵππον·
But it is for us, the servants, to encounter other servants, and also the horse.
τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς· ἐγὼ γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι ἐναντίον.
Fear not at all his tricks; for I promise you that he will never again stand upright against any man."