§5.112.1ταῦτα εἶπε, καὶ μεταυτίκα συνέμισγε τὰ στρατόπεδα πεζῇ καὶ νηυσί.
他说了这些话,两军便立刻在陆地和海上交战。
νηυσὶ μέν νυν Ἴωνες ἄκροι γενόμενοι ταύτην τὴν ἡμέρην ὑπερεβάλοντο τοὺς Φοίνικας, καὶ τούτων Σάμιοι ἠρίστευσαν· πεζῇ δέ, ὡς συνῆλθε τὰ στρατόπεδα, συμπεσόντα ἐμάχοντο.
在海战中,伊奥尼亚人当天表现最为出色,压倒了腓尼基人,其中萨摩斯人立下了最大的功勋;而在陆战中,当两军相遇时,便激烈交锋,展开厮杀。
§5.112.2κατὰ δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους τάδε ἐγίνετο· ὡς προσεφέρετο πρὸς τὸν Ὀνήσιλον ὁ Ἀρτύβιος ἐπὶ τοῦ ἵππου κατήμενος, ὁ Ὀνήσιλος κατὰ τὰ συνεθήκατο τῷ ὑπασπιστῇ παίει προσφερόμενον αὐτὸν τὸν Ἀρτύβιον· ἐπιβαλόντος δὲ τοῦ ἵππου τοὺς πόδας ἐπὶ τὴν Ὀνησίλου ἀσπίδα, ἐνθαῦτα ὁ Κὰρ δρεπάνῳ πλήξας ἀπαράσσει τοῦ ἵππου τοὺς πόδας.
在两位将领交锋的地方,则发生了这样的事:当阿尔提比乌斯骑在马冲向欧涅西洛斯时,欧涅西洛斯按照他与盾随从达成的约定,迎面击打阿尔提比乌斯本人;当那匹马把前蹄搭在欧涅西洛斯的盾牌上时,那卡里亚人立刻用镰刀猛击,砍断了马的腿。