Humanitext Reader

希罗多德 · 历史 §4.97.1-4.97.6

科埃斯劝谏大流士保留伊斯特罗斯河桥梁

第 661 段,共 1577 段 · 希腊语

内容简介

大流士抵达伊斯托斯河并渡河后,命令伊奥尼亚人拆毁桥梁。然而,米蒂利尼的将军科埃斯建议保留桥梁并留人看守以确保退路安全,这一建议得到了大流士的欣然采纳。

§4.97.1Δαρεῖος δὲ ὡς ἀπίκετο καὶ ὁ πεζὸς ἅμʼ αὐτῷ στρατὸς ἐπὶ τὸν Ἴστρον, ἐνθαῦτα διαβάντων πάντων Δαρεῖος ἐκέλευσε τούς τε Ἴωνας τὴν σχεδίην λύσαντας ἕπεσθαι κατʼ ἤπειρον ἑωυτῷ καὶ τὸν ἐκ τῶν νεῶν στρατόν.
当大流士及与其同行的陆军抵达伊斯托斯河时,在全体渡河之后,大流士命令伊奥尼亚人拆毁浮桥,并与来自船只的军队一同走陆路跟随他。
§4.97.2μελλόντων δὲ τῶν Ἰώνων λύειν καὶ ποιέειν τὰ κελευόμενα, Κώης ὁ Ἐρξάνδρου στρατηγὸς ἐὼν Μυτιληναίων ἔλεξε Δαρείῳ τάδε, πυθόμενος πρότερον εἰ οἱ φίλον εἴη γνώμην ἀποδέκεσθαι παρὰ τοῦ βουλομένου ἀποδείκνυσθαι. §4.97.3ὦ βασιλεῦ, ἐπὶ γῆν γὰρ μέλλεις στρατεύεσθαι τῆς οὔτε ἀρηρομένον φανήσεται οὐδὲν οὔτε πόλις οἰκεομένη·
正当伊奥尼亚人准备拆桥并执行命令时,埃尔克桑德罗斯之子、米蒂利尼人的将军科埃斯,在先询问了皇上是否乐意听取任何愿意发表意见者所提出的看法之后,对大流士说了以下这番话: “大王啊,因为您将要征讨的土地,既看不见任何耕作的痕迹,也没有有人居住的城市。
σύ νυν γέφυραν ταύτὴν ἔα κατὰ χώρην ἑστάναι, φυλάκους αὐτῆς λιπὼν τούτους οἵπερ μιν ἔζευξαν.
所以,请您现在让这座桥留守原处,并留下那些建造它的人作为它的守卫。
§4.97.4καὶ ἤν τε κατὰ νόον πρήξωμεν εὑρόντες Σκύθας, ἔστι ἄποδος ἡμῖν, ἤν τε καὶ μή σφεας εὑρεῖν δυνώμεθα, ἥ γε ἄποδος ἡμῖν ἀσφαλής·
这样一来,如果我们能找到斯基泰人并如愿以偿,我们就有退路;即使我们找不到他们,至少我们的退路是安全的。
οὐ γὰρ ἔδεισά κω μὴ ἑσσωθέωμεν ὑπὸ Σκυθέων μάχῃ, ἁλλὰ μᾶλλον μὴ οὐ δυνάμενοι σφέας εὑρεῖν πάθωμεν τι ἀλώμενοι.
因为我至今不曾害怕我们在战斗中被斯基泰人击败,反而更担心我们因找不到他们,在徘徊迷失中遭受什么不测。
§4.97.5καὶ τάδε λέγειν φαίη τις ἄν με ἐμεωυτοῦ εἵνεκεν, ὡς καταμένω·
也许有人会说,我提出这些是为了我自己的利益,以便能留在这里。
ἐγὼ δὲ γνώμην μὲν τὴν εὕρισκον ἀρίστην σοί, βασιλεῦ, ἐς μέσον φέρω, αὐτὸς μέντοι ἕψομαί τοι καὶ οὐκ ἂν λειφθείην.
但是大王,我只是把我认为对您最好的意见公之于众,至于我自己,定当追随您,决不落后。
§4.97.6κάρτα τε ἥσθη τῇ γνώμῃ Δαρεῖος καὶ μιν ἀμείψατο τοῖσιδε. ξεῖνε Λέσβιε, σωθέντος ἐμεῦ ὀπίσω ἐς οἶκον τὸν ἐμὸν ἐπιφάνηθί μοι πάντως, ἵνα σε ἀντὶ χρηστῆς συμβουλίης χρηστοῖσι ἔργοισι ἀμείψωμαι.
” 大流士对这个意见感到非常高兴,并用这些话回答他: “列斯堡的友人啊,当我平安回到我自己的家园后,你务必到我面前来,以便我能用善行来报答你的善言。 ”

词汇与语法注释

  1. §4.97.1διαβάντων πάντων — 属格独立结构(genitive absolute),表示与主句主语 Δαρεῖος 不同的“所有人”完成了渡河。不定过去时分词 διαβάντων 表明渡河在主句动词 ἐκέλευσε(命令)动作之前已经完成。
  2. §4.97.2εἰ οἱ φίλον εἴη γνώμην ἀποδέκεσθαι — 由 εἰ 引导的间接疑问句,由于主句历史时态动词 ἔλεξε 的影响而使用斜格祈愿神(optative of indirect question)。第三人称单数与格代词 οἱ 指代大流士本人。
  3. §4.97.4μὴ οὐ δυνάμενοι — 在由 μὴ 引导的表示担忧的从句中的否定分词。虽然 μὴ 支配着虚拟语气(πάθωμεν),但分词 δυνάμενοι 却带有否定词 οὐ,用以表示“无法(找到)”这一具体否定,而不是与 μὴ 构成双重否定。
  4. §4.97.5ὡς καταμένω — 连词 ὡς 在此引导主观意图或借口,意为“以我将留下来为由”。直陈式现在时 καταμένω 被生动地用来描述其被指称的个人私利。

引用这一段

希罗多德, 历史 §4.97.1-4.97.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.97.1-4.97.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。