§4.96.1ἐγὼ δὲ περὶ μὲν τούτου καὶ τοῦ καταγαίου οἰκήματος οὔτε ἀπιστέω οὔτε ὦν πιστεύω τι λίην, δοκέω δὲ πολλοῖσι ἔτεσι πρότερον τὸν Σάλμοξιν τοῦτον γενέσθαι Πυθαγόρεω.
关于此人以及那座地下居所,我既不怀疑,但也并非深信不疑,但我认为这个萨尔摩克西斯比毕达哥拉斯早生了许多年。
§4.96.2εἴτε δὲ ἐγένετό τις Σάλμοξις ἄνθρωπος, εἴτʼ ἐστὶ δαίμων τις Γέτῃσι οὗτος ἐπιχώριος, χαιρέτω.
无论是否存在过一个叫萨尔摩克西斯的凡人,还是他是盖塔人当地的某种神灵,且由他去吧。
οὗτοι μὲν δὴ τρόπῳ τοιούτῳ χρεώμενοι ὡς ἐχειρώθησαν ὑπὸ Περσέων, εἵποντο τῷ ἄλλῳ στρατῷ.
总之,这些保持着如此习俗的盖塔人,在被波斯人征服后,便随同其余的军队一起进军了。