§4.9.1ὥς δʼ ἐγερθῆναι τὸν Ἡρακλέα, δίζησθαι, πάντα δὲ τῆς χώρης ἐπεξελθόντα τέλος ἀπικέσθαι ἐς τὴν Ὑλαίην καλεομένην γῆν·
赫拉克勒斯醒来后便去寻找它们,在走遍了这片土地的每一个角落之后,他终于来到了被称为许莱亚的地方。
ἐνθαῦτα δὲ αὐτὸν εὑρεῖν ἐν ἄντρῳ μιξοπάρθενον τινά, ἔχιδναν διφυέα, τῆς τὰ μὲν ἄνω ἀπὸ τῶν γλουτῶν εἶναι γυναικός, τὰ δὲ ἔνερθε ὄφιος.
在那里,他发现一个洞穴中有一个双重身体的半少女怪物,她的臀部以上是女人,以下是蛇。
§4.9.2ἰδόντα δὲ καὶ θωμάσαντα ἐπειρέσθαι μιν εἴ κου ἴδοι ἵππους πλανωμένας·
他看到她并感到惊奇,便问她是否在什么地方见过走失的牝马。
τὴν δὲ φάναι ἑωυτήν ἔχειν καὶ οὐκ ἀποδώσειν ἐκείνῳ πρὶν ἢ οἱ μιχθῇ·
她回答说马在自己手里,但在他与自己交合之前绝不归还。
τὸν δὲ Ἡρακλέα μιχθῆναι ἐπὶ τῷ μισθῷ τούτῳ.
赫拉克勒斯为了这一代价便与她交合了。
§4.9.3κείνην τε δὴ ὑπερβάλλεσθαι τὴν ἀπόδοσιν τῶν ἵππων, βουλομένην ὡς πλεῖστον χρόνον συνεῖναι τῷ Ἡρακλεῖ, καὶ τὸν κομισάμενον ἐθέλειν ἀπαλλάσσεσθαι·
接着,她推迟了归还牝马的时间,希望能与赫拉克勒斯相处得尽可能久一些;而他虽然收回了马,却急于离去。
τέλος δὲ ἀποδιδοῦσαν αὐτὴν εἰπεῖν Ἵππους μὲν δὴ ταύτας ἀπικομένας ἐνθάδε ἔσωσα τοὶ ἐγώ, σῶστρά τε σὺ παρέσχες· ἐγὼ γὰρ ἐκ σεῦ τρεῖς παῖδας ἔχω.
最后,她在归还马匹时说道:“这些迷路到这里的牝马确实是被我救下了,而你也向我支付了报酬;因为我已经怀了你的三个孩子。
§4.9.4τούτους, ἐπεὰν γένωνται τρόφιες, ὃ τι χρὴ ποιέειν, ἐξηγέο σύ, εἴτε αὐτοῦ κατοικίζω (χώρης γὰρ τῆσδε ἔχω τὸ κράτος αὕτη) εἴτε ἀποπέμπω παρὰ σέ.
当他们长大成人后,我该如何处置他们,请你指示:是让他们定居在这里(因为我自己拥有这片土地的统治权),还是把他们送去你那里?
τὴν μὲν δὴ ταῦτα ἐπειρωτᾶν, τὸν δὲ λέγουσι πρὸς ταῦτα εἰπεῖν §4.9.5ἐπεὰν ἀνδρωθέντας ἴδῃ τοὺς παῖδας, τάδε ποιεῦσα οὐκ ἂν ἁμαρτάνοις· τὸν μὲν ἂν ὁρᾷς αὐτῶν τόδε τὸ τόξον ὧδε διατεινόμενον καὶ τῳ ζωστῆρι τῷδε κατὰ τάδε ζωννύμενον, τοῦτον μὲν τῆσδε τῆς χώρης οἰκήτορα ποιεῦ· ὃς δʼ ἂν τούτων τῶν ἔργων τῶν ἐντέλλομαι λείπηται, ἔκπεμπε ἐκ τῆς χώρης.
”她这样询问,而人们说他对此回答道: “当你看到孩子们长大成人时,如果你这样做就不会犯错:他们中谁能像这样拉开这把弓,并像这样系上这条腰带,就让他做这片土地的居民;而谁在这些我所吩咐的任务中失败了,就将他驱逐出境。
καὶ ταῦτα ποιεῦσα αὐτή τε εὐφρανέαι καὶ τὰ ἐντεταλμένα ποιήσεις.
你这样做,既能使你自己高兴,也完成了我的嘱托。 ”