§4.10.1τὸν μὲν δὴ εἰρύσαντα τῶν τόξων τὸ ἕτερον (δύο γὰρ δὴ φορέειν τέως Ἡρακλέα) καὶ τὸν ζωστῆρα προδέξαντα, παραδοῦναι τὸ τόξον τε καὶ τὸν ζωστῆρα ἔχοντα ἐπʼ ἄκρης τῆς συμβολῆς φιάλην χρυσέην, δόντα δὲ ἀπαλλάσσεσθαι.
赫拉克勒斯取出了两把弓中的一把(因为在此之前赫拉克勒斯一直携带两把弓),并向她出示了腰带,随后将弓和在扣头末端带有一个金杯的腰带一同交给了她,给过之后他便离去了。
τὴν δʼ, ἐπεὶ οἱ γενομένους τοὺς παῖδας ἀνδρωθῆναι, τοῦτο μὲν σφι οὐνόματα θέσθαι, τῷ μὲν Ἀγάθυρσον αὐτῶν, τῷ δʼ ἑπομένῳ Γελωνόν, Σκύθην δὲ τῷ νεωτάτῳ, τοῦτο δὲ τῆς ἐπιστολῆς μεμνημένην αὐτὴν ποιῆσαι τά ἐντεταλμένα.
至于她,当生下的孩子们长大成人时,她一方面给他们起了名字,其中一个叫阿迦苏尔索斯,下一个叫格洛诺斯,最小的叫斯库塞斯;另一方面,她记着那番嘱托,履行了被吩咐的事情。
§4.10.2καὶ δὴ δύο μὲν οἱ τῶν παίδων, τόν τε Ἀγάθυρσον καὶ τὸν Γελωνόν, οὐκ οἵους τε γενομένους ἐξικέσθαι πρὸς τὸν προκείμενον ἄεθλον, οἴχεσθαι ἐκ τῆς χώρης ἐκβληθέντας ὑπὸ τῆς γειναμένης, τὸν δὲ νεώτατον αὐτῶν Σκύθην ἐπιτελέσαντα καταμεῖναι ἐν τῇ χωρῇ.
\n 于是,孩子们中的两个,即阿迦苏尔索斯和格洛诺斯,因为无法完成指定的考验,被亲生母亲驱逐而离开了这片土地;但他们中最小的斯库塞斯完成了考验,得以留在这片土地上。
§4.10.3καὶ ἀπὸ μὲν Σκύθεω τοῦ Ἡρακλέος γενέσθαι τοὺς αἰεὶ βασιλέας γινομένους Σκυθέων, ἀπὸ δὲ τῆς φιάλης ἔτι καὶ ἐς τόδε φιάλας ἐκ τῶν ζωστήρων φορέειν Σκύθας·
\n 从赫拉克勒斯的儿子斯库塞斯那里,诞生了历代斯库泰人的国王;而由于那个金杯,直到今天斯库泰人仍将金杯挂在腰带上佩戴。
τὸ δὴ μοῦνον μηχανήσασθαι τὴν μητέρα Σκύθῃ.
这确实是母亲为斯库塞斯一人所作的特殊安排。
ταῦτα δὲ Ἑλλήνων οἱ τὸν Πόντον οἰκέοντες λέγουσι.
居住在蓬托斯(黑海)沿岸的希腊人是这样说的。