Humanitext Reader

希罗多德 · 历史 §4.85.1-4.85.4

大流士观赏黑海与周边海峡的地理尺寸

第 649 段,共 1577 段 · 希腊语

内容简介

大流士前往博斯普鲁斯和库阿涅埃群岛以观赏蓬托斯海(黑海),随后详细描述了蓬托斯海、博斯普鲁斯海峡、普罗蓬提斯海以及赫勒斯滂海峡的尺寸与地理连接关系。

§4.85.1καὶ οὗτοι μὲν ἀποσφαγέντες αὐτοῦ ταύτῃ ἐλείποντο·
这些人便在当地被屠杀,留在了那里。
Δαρεῖος δὲ ἐπείτε πορευόμενος ἐκ Σούσων ἀπίκετο τῆς Καλχηδονίης ἐπὶ τὸν Βόσπορον ἵνα ἔζευκτο ἡ γέφυρα, ἐνθεῦτεν ἐσβὰς ἐς νέα ἔπλεε ἐπὶ τὰς Κυανέας καλευμένας, τὰς πρότερον πλαγκτὰς Ἕλληνες φασὶ εἶναι, ἑζόμενος δὲ ἐπὶ ῥίῳ ἐθηεῖτο τὸν Πόντον ἐόντα ἀξιοθέητον.
而大流士从苏萨出发,抵达卡尔刻东境内的博斯普鲁斯(即架设桥梁之处)时,从那里登船,驶往所谓的库阿涅埃群岛(希腊人说这里以前是漂移不定的岛屿),他坐在海岬上,观赏着那令人叹为观止的蓬托斯海。
§4.85.2πελαγέων γὰρ ἁπάντων πέφυκε θωμασιώτατος· τοῦ τὸ μὲν μῆκος στάδιοι εἰσὶ ἑκατὸν καὶ χίλιοι καὶ μύριοι, τὸ δὲ εὖρος, τῇ εὐρύτατος αὐτὸς ἑωυτοῦ, στάδιοι τριηκόσιοι καὶ τρισχίλιοι.
因为在所有的海当中,它天生是最奇妙的;它的长度为一万一千一百斯塔德,而宽度在最宽处则为三千三百斯塔德。
§4.85.3τούτου τοῦ πελάγεος τὸ στόμα ἐστὶ εὖρος τέσσερες στάδιοι· μῆκος δὲ, τοῦ στόματος ὁ αὐχήν, τὸ δὴ Βόσπορος κέκληται, κατʼ ὃ δὴ ἔζευκτο ἡ γέφυρα, ἐπὶ σταδίους εἴκοσι καὶ ἑκατόν ἐστι.
这片海的入口宽度为四斯塔德;而入口的颈部(即被称为博斯普鲁斯的海峡,也是架设桥梁之处)的长度为一百二十斯塔德。
τείνει δʼ ἐς τὴν Προποντίδα ὁ Βόσπορος· §4.85.4ἡ δὲ Προποντὶς ἐοῦσα εὖρος μὲν σταδίων πεντακοσίων, μῆκος δὲ τετρακοσίων καὶ χιλίων, καταδιδοῖ ἐς τὸν Ἑλλήσποντον ἐόντα στεινότητα μὲν ἑπτὰ σταδίους, μῆκος δὲ τετρακοσίους.
博斯普鲁斯海峡通向普罗蓬提斯海;普罗蓬提斯海宽五百斯塔德,长一千四百斯塔德,注入赫勒斯滂海峡,而赫勒斯滂海峡最窄处为七斯塔德,长四百斯塔德。
ἐκδιδοῖ δὲ ὁ Ἑλλήσποντος ἐς χάσμα πελάγεος τὸ δὴ Αἰγαῖον καλέεται.
赫勒斯滂海峡则注入被称为爱琴海的广阔海域。

词汇与语法注释

  1. §4.85.1τῆς Καλχηδονίης — 地名 Καλχηδονίη(卡尔刻东)的属格,修饰其后的 ἐπὶ τὸν Βόσπορον,起着表示该海峡所在区域或领土范围的“所属属格”作用。
  2. §4.85.1τὸν Πόντον ἐόντα ἀξιοθέητον — 现在分词 ἐόντα 与感官动词 ἐθηεῖτο(观看)的直接宾语 τὸν Πόντον 连用,作叙述性补语,说明该海域具有非常值得一看的特质。
  3. §4.85.2τῇ εὐρύτατος αὐτὸς ἑωυτοῦ — τῇ 是表示“在……地方”的关系副词(或与格代词)。反身代词属格 ἑωυτοῦ 与最高级 εὐρύτατος 连用,构成了自身比较的句式,意为“在它自身最宽的地方”(即最宽处)。
  4. §4.85.4ἐόντα στεινότητα μὲν ἑπτὰ σταδίους — 名词 στεινότητα(狭窄)是表示限定或关系的宾格,而 ἑπτὰ σταδίους 是表示度量范围的宾格。两者修饰现在分词 ἐόντα,构成“在狭窄程度上达到七斯塔德”的结构。

引用这一段

希罗多德, 历史 §4.85.1-4.85.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.85.1-4.85.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。