§4.85.1καὶ οὗτοι μὲν ἀποσφαγέντες αὐτοῦ ταύτῃ ἐλείποντο· Δαρεῖος δὲ ἐπείτε πορευόμενος ἐκ Σούσων ἀπίκετο τῆς Καλχηδονίης ἐπὶ τὸν Βόσπορον ἵνα ἔζευκτο ἡ γέφυρα, ἐνθεῦτεν ἐσβὰς ἐς νέα ἔπλεε ἐπὶ τὰς Κυανέας καλευμένας, τὰς πρότερον πλαγκτὰς Ἕλληνες φασὶ εἶναι, ἑζόμενος δὲ ἐπὶ ῥίῳ ἐθηεῖτο τὸν Πόντον ἐόντα ἀξιοθέητον.
And these men, having been slaughtered on the spot, were left there; but Darius, when in his march from Susa he arrived at the Bosporus in the territory of Calchedon, where the bridge had been built, embarked there on a ship and sailed to the so-called Cyanean islands, which the Greeks say were formerly wandering islands, and sitting upon a promontory, he gazed at the Pontus, which is well worth seeing.
§4.85.2πελαγέων γὰρ ἁπάντων πέφυκε θωμασιώτατος· τοῦ τὸ μὲν μῆκος στάδιοι εἰσὶ ἑκατὸν καὶ χίλιοι καὶ μύριοι, τὸ δὲ εὖρος, τῇ εὐρύτατος αὐτὸς ἑωυτοῦ, στάδιοι τριηκόσιοι καὶ τρισχίλιοι.
For it is by nature the most wonderful of all seas; its length is eleven thousand one hundred stades, and its breadth, where it is widest, is three thousand three hundred stades.
§4.85.3τούτου τοῦ πελάγεος τὸ στόμα ἐστὶ εὖρος τέσσερες στάδιοι· μῆκος δὲ, τοῦ στόματος ὁ αὐχήν, τὸ δὴ Βόσπορος κέκληται, κατʼ ὃ δὴ ἔζευκτο ἡ γέφυρα, ἐπὶ σταδίους εἴκοσι καὶ ἑκατόν ἐστι.
The mouth of this sea is four stades in width; and the length of the neck of the mouth, which is indeed called the Bosporus, where the bridge had been built, is one hundred and twenty stades.
τείνει δʼ ἐς τὴν Προποντίδα ὁ Βόσπορος· §4.85.4ἡ δὲ Προποντὶς ἐοῦσα εὖρος μὲν σταδίων πεντακοσίων, μῆκος δὲ τετρακοσίων καὶ χιλίων, καταδιδοῖ ἐς τὸν Ἑλλήσποντον ἐόντα στεινότητα μὲν ἑπτὰ σταδίους, μῆκος δὲ τετρακοσίους.
And the Bosporus extends into the Propontis; and the Propontis, being five hundred stades in width and one thousand four hundred in length, empties into the Hellespont, which is seven stades at its narrowest and four hundred in length.
ἐκδιδοῖ δὲ ὁ Ἑλλήσποντος ἐς χάσμα πελάγεος τὸ δὴ Αἰγαῖον καλέεται.
And the Hellespont empties into a wide expanse of sea which is called the Aegean.