§4.85.1καὶ οὗτοι μὲν ἀποσφαγέντες αὐτοῦ ταύτῃ ἐλείποντο·
이리하여 그들은 그 자리에서 처형되어 그곳에 남겨졌다.
Δαρεῖος δὲ ἐπείτε πορευόμενος ἐκ Σούσων ἀπίκετο τῆς Καλχηδονίης ἐπὶ τὸν Βόσπορον ἵνα ἔζευκτο ἡ γέφυρα, ἐνθεῦτεν ἐσβὰς ἐς νέα ἔπλεε ἐπὶ τὰς Κυανέας καλευμένας, τὰς πρότερον πλαγκτὰς Ἕλληνες φασὶ εἶναι, ἑζόμενος δὲ ἐπὶ ῥίῳ ἐθηεῖτο τὸν Πόντον ἐόντα ἀξιοθέητον.
한편 다레이오스는 수사에서 진군하여 다리가 가설되어 있던 칼케돈령의 보스포로스에 다다랐을 때, 그곳에서 배에 올라타 그리스인들이 예전에는 ‘떠도는 섬들’이라 불렀던 이른바 키아네아이 군도로 배를 몰았고, 곶에 앉아 참으로 볼만한 가치가 있는 폰토스해를 바라보았다.
§4.85.2πελαγέων γὰρ ἁπάντων πέφυκε θωμασιώτατος·
이 바다는 모든 바다 중에서 가장 경이로운 성질을 지니고 있기 때문이다.
τοῦ τὸ μὲν μῆκος στάδιοι εἰσὶ ἑκατὸν καὶ χίλιοι καὶ μύριοι, τὸ δὲ εὖρος, τῇ εὐρύτατος αὐτὸς ἑωυτοῦ, στάδιοι τριηκόσιοι καὶ τρισχίλιοι.
그 길이는 1만 1,100스타디온이고, 폭은 가장 넓은 곳이 3,300스타디온이다.
§4.85.3τούτου τοῦ πελάγεος τὸ στόμα ἐστὶ εὖρος τέσσερες στάδιοι·
이 바다의 입구는 폭이 4스타디온이다.
μῆκος δὲ, τοῦ στόματος ὁ αὐχήν, τὸ δὴ Βόσπορος κέκληται, κατʼ ὃ δὴ ἔζευκτο ἡ γέφυρα, ἐπὶ σταδίους εἴκοσι καὶ ἑκατόν ἐστι.
그리고 입구의 목 부분이자 바로 보스포로스라 불리며 다리가 가설되어 있던 곳의 길이는 120스타디온이다.
τείνει δʼ ἐς τὴν Προποντίδα ὁ Βόσπορος·
보스포로스는 프로폰티스로 뻗어 있다.
§4.85.4ἡ δὲ Προποντὶς ἐοῦσα εὖρος μὲν σταδίων πεντακοσίων, μῆκος δὲ τετρακοσίων καὶ χιλίων, καταδιδοῖ ἐς τὸν Ἑλλήσποντον ἐόντα στεινότητα μὲν ἑπτὰ σταδίους, μῆκος δὲ τετρακοσίους.
프로폰티스는 폭이 500스타디온이고 길이가 1,400스타디온인데, 헬레스폰토스로 흘러들어가며, 이 헬레스폰토스는 가장 좁은 곳이 7스타디온이고 길이는 400스타디온이다.
ἐκδιδοῖ δὲ ὁ Ἑλλήσποντος ἐς χάσμα πελάγεος τὸ δὴ Αἰγαῖον καλέεται.
그리고 헬레스폰토스는 에게해라 불리는 넓은 바다로 흘러나간다.