§4.84.1ἐνθαῦτα τῶν Περσέων Οἰόβαζος ἐδεήθη Δαρείου τριῶν ἐόντων οἱ παίδων καὶ πάντων στρατευομένων ἕνα αὐτῷ καταλειφθῆναι.
当时,波斯人之一的奥奥巴佐斯,因自己有三个儿子且全部都要从军,便恳求大流士为自己留下一个。
ὁ δὲ ἔφη ὡς φίλῳ ἐόντι καὶ μετρίων δεομένῳ πάντας τοὺς παῖδας καταλείψειν.
大流士则说道,作为一个朋友以及提出了适度要求的人,他要把所有的儿子都留给他。
§4.84.2ὁ μὲν δὴ Οἰόβαζος περιχαρὴς ἦν, ἐλπίζων τοὺς υἱέας στρατηίης ἀπολελύσθαι.
于是奥奥巴佐斯欣喜若狂,指望他的儿子们能免于征战。
ὁ δὲ ἐκέλευσε τοὺς ἐπὶ τούτων ἐπεστεῶτας ἀποκτεῖναι πάντας τοὺς Οἰοβάζου παῖδας.
然而大流士却命令负责这些事务的人,将奥奥巴佐斯所有的儿子尽行处死。