§4.83.1παρασκευαζομένου Δαρείου ἐπὶ τοὺς Σκύθας καὶ ἐπιπέμποντος ἀγγέλους ἐπιτάξοντας τοῖσι μὲν πεζὸν στρατόν, τοῖσι δὲ νέας παρέχειν, τοῖσι δὲ ζεύγνυσθαι τὸν Θρηίκιον Βόσπορον Ἀρτάβανος ὁ Ὑστάσπεος, ἀδελφεὸς ἐὼν Δαρείου, ἐχρήιζε μηδαμῶς αὐτὸν στρατηίην ἐπὶ Σκύθας ποιέεσθαι, καταλέγων τῶν Σκυθέων τὴν ἀπορίην.
在大流士准备对付斯基泰人,并派遣使者命令一些人提供陆军,另一些人提供船只,还有一些人连接色雷斯博斯普鲁斯海峡(架设桥梁)之时,大流士的兄弟、希斯塔斯佩斯之子阿尔塔巴诺斯,因列举了斯基泰人的无法涉足(物资匮乏与交通不便),极力劝阻他绝不要对斯基泰人发动战争。
§4.83.2ἀλλʼ οὐ γὰρ ἔπειθε συμβουλεύων οἱ χρηστά, ὃ μὲν ἐπέπαυτο, ὁ δέ, ἐπειδή οἱ τὰ ἅπαντα παρεσκεύαστο, ἐξήλαυνε τὸν στρατὸν ἐκ Σούσων.
然而,阿尔塔巴诺斯虽提出了有益的忠告,却未能说服他,于是前者便不再劝阻,而后者在一切准备就绪之后,率军自苏萨出发。