§4.79.1ἐπείτε δὲ ἔδεέ οἱ κακῶς γενέσθαι, ἐγίνετο ἀπὸ προφάσιος τοιῆσδε.
然而,既然注定要大祸临头,事情便由如下的契机引起。
ἐπεθύμησε Διονύσῳ Βακχείῳ τελεσθῆναι· μέλλοντι δέ οἱ ἐς χεῖρας ἄγεσθαι τὴν τελετὴν ἐγένετο φάσμα μέγιστον.
他渴望加入酒神狄奥尼索斯的秘仪;正当他准备着手举行这仪式时,出现了一个巨大的异兆。
§4.79.2ἦν οἱ ἐν Βορυσθενεϊτέων τῇ πόλι οἰκίης μεγάλης καὶ πολυτελέος περιβολή, τῆς καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον, τὴν πέριξ λευκοῦ λίθου σφίγγες τε καὶ γρῦπες ἕστασαν· ἐς ταύτην ὁ θεὸς ἐνέσκηψε βέλος.
他在博里斯泰涅斯人的城里有一处高大奢华的住宅围墙(就在这之前不久我也曾提到过),其周围立着白石雕刻的斯芬克斯和格里芬像;神向这处住宅投下了雷电。
καὶ ἣ μὲν κατεκάη πᾶσα, Σκύλης δὲ οὐδὲν τούτου εἵνεκα ἧσσον ἐπετέλεσε τὴν τελετήν.
虽然住宅被完全烧毁,斯库勒斯却毫无因此退缩,依然完成了仪式。
§4.79.3Σκύθαι δὲ τοῦ βακχεύειν πέρι Ἕλλησι ὀνειδίζουσι· οὐ γὰρ φασὶ οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους.
斯基泰人因为酒神式的狂热而指责希腊人;因为他们说,承认这样一个促使人类陷入疯狂的神,是不合情理的。
§4.79.4ἐπείτε δὲ ἐτελέσθη τῷ Βακχείῳ ὁ Σκύλης, διεπρήστευσε τῶν τις Βορυσθενειτέων πρὸς τοὺς Σκύθας λέγων
ἡμῖν γὰρ καταγελᾶτε, ὦ Σκύθαι, ὅτι βακχεύομεν καὶ ἡμέας ὁ θεὸς λαμβάνει· νῦν οὗτος ὁ δαίμων καὶ τὸν ὑμέτερον βασιλέα λελάβηκε, καὶ βακχεύει τε καὶ ὑπὸ τοῦ θεοῦ μαίνεται.
当斯库勒斯完成了酒神的秘仪后,一个博里斯泰涅斯人跑去向斯基泰人告密,说道: “斯基泰人啊,你们嘲笑我们,因为我们狂欢,神附了我们的身;现在这位神明也附了你们国王的身,他既在狂欢,又被神弄得疯狂。
εἰ δέ μοι ἀπιστέετε, ἕπεσθε, καὶ ὑμῖν ἐγὼ δέξω.
如果你们不相信我,跟我来,我指给你们看。
§4.79.5εἵποντο τῶν Σκύθεων οἱ προεστεῶτες, καὶ αὐτοὺς ἀναγαγὼν ὁ Βορυσθενεΐτης λάθρῃ ἐπὶ πύργον κατεῖσε.
” 斯基泰人的首领们跟随着他,而那个博里斯泰涅斯人秘密地把他们带上去,安顿在一座塔楼上。
ἐπείτε δὲ παρήιε σὺν τῷ θιάσῳ ὁ Σκύλης καὶ εἶδόν μιν βακχεύοντα οἱ Σκύθαι, κάρτα συμφορὴν μεγάλην ἐποιήσαντο, ἐξελθόντες δὲ ἐσήμαινον πάσῃ τῇ στρατιῇ τὰ ἴδοιεν.
当斯库勒斯带着他的狂欢队伍经过,而斯基泰人看见他正在狂欢时,他们认为这是一场极大的灾祸,便走出去向全军报告了他们所见的事情。