Humanitext Reader

希罗多德 · 历史 §4.80.1-4.80.5

奥克塔马萨德斯的叛乱与斯库勒斯之死

第 644 段,共 1577 段 · 希腊语

内容简介

得知斯库勒斯的希腊化行为后,斯基泰人拥立其兄弟奥克塔马萨德斯发动叛乱。斯库勒斯逃往色雷斯,但因色雷斯国王与奥克塔马萨德斯达成交换逃亡者的协议而被引渡回国并被处决。

§4.80.1ὡς δὲ μετὰ ταῦτα ἐξήλαυνε ὁ Σκύλης ἐς ἤθεα τὰ ἑωυτοῦ, οἱ Σκύθαι προστησάμενοι τὸν ἀδελφεὸν αὐτοῦ Ὀκταμασάδην, γεγονότα ἐκ τῆς Τήρεω θυγατρός, ἐπανιστέατο τῷ Σκύλῃ.
此后,当斯库勒斯回到他自己的领地时,斯基泰人推举他的兄弟、提雷斯之女所生的奥克塔马萨德斯为首领,起来反抗斯库勒斯。
§4.80.2ὁ δὲ μαθὼν τὸ γινόμενον ἐπʼ ἑωυτῷ καὶ τὴν αἰτίην διʼ ἣν ἐποιέετο, καταφεύγει ἐς τὴν Θρηίκην.
斯库勒斯得知针对他发生的事情以及发生的原因后,便逃往色雷斯避难。
πυθόμενος δὲ ὁ Ὀκταμασάδης ταῦτα ἐστρατεύετο ἐπὶ τὴν Θρηίκην.
奥克塔马萨德斯听到这个消息,便向色雷斯进军。
ἐπείτε δὲ ἐπὶ τῷ Ἴστρῳ ἐγένετο, ἠντίασάν μιν οἱ Θρήικες, μελλόντων δὲ αὐτῶν συνάψειν ἔπεμψε Σιτάλκης παρὰ τὸν Ὀκταμασάδην λέγων τοιάδε. §4.80.3τι δεῖ ἡμέας ἀλλήλων πειρηθῆναι;
当他抵达伊斯特罗斯河时,色雷斯人前来与他对峙,正当他们准备交战时,西塔尔克斯派人送信给奥克塔马萨德斯,说道: “我们何必互相试探实力呢?
εἶς μέν μευ τῆς ἀδελφεῆς παῖς, ἔχεις δέ μευ ἀδελφεόν.
你是我姐妹的儿子,而且你扣留了我的兄弟。
σὺ δέ μοι ἀπόδος τοῦτον, καὶ ἐγὼ σοὶ τὸν σὸν Σκύλην παραδίδωμι· στρατιῇ δὲ μήτε σὺ κινδυνεύσῃς μήτʼ ἐγώ.
把这个人还给我,我也会把你的斯库勒斯交还给你;这样,你我都不必让军队去冒险。
§4.80.4ταῦτά οἱ πέμψας ὁ Σιτάλκης ἐπεκηρυκεύετο· ἦν γὰρ παρὰ τῷ Ὀκταμασάδη ἀδελφεὸς Σιτάλκεω πεφευγώς.
” 西塔尔克斯送去这些话进行交涉;因为在奥克塔马萨德斯那里,正有西塔尔克斯一位逃亡的兄弟。
ὁ δὲ Ὀκταμασάδης καταινέει ταῦτα, ἐκδοὺς δὲ τὸν ἑωυτοῦ μήτρωα Σιτάλκῃ ἔλαβε τὸν ἀδελφεὸν Σκύλην.
奥克塔马萨德斯同意了这一点,在将自己的舅父交给西塔尔克斯后,他接回了自己的兄弟斯库勒斯。
§4.80.5καὶ Σιτάλκης μὲν παραλαβὼν τὸν ἀδελφεὸν ἀπήγετο, Σκύλεω δὲ Ὀκταμασάδης αὐτοῦ ταύτῃ ἀπέταμε τὴν κεφαλήν.
西塔尔克斯领回他的兄弟后便带走了,而奥克塔马萨德斯就在当地砍下了斯库勒斯的头。
οὕτω μὲν περιστέλλουσι τὰ σφέτερα νόμαια Σκύθαι, τοῖσι δὲ παρακτωμένοισι ξεινικοὺς νόμους τοιαῦτα ἐπιτίμια διδοῦσι.
斯基泰人就是这样维护他们自己的传统,而对于那些引进外国习俗的人,他们便给予这样的惩罚。

词汇与语法注释

  1. §4.80.2μελλόντων δὲ αὐτῶν συνάψειν — 属格独立结构。作助动词使用的 μέλλω 后接将来时不定式 συνάψειν,此不定式作不及物用法或省略了“战斗(τὴν μάχην)”,意为“正当他们准备交战时”。
  2. §4.80.3εἶς — 此词非带有粗气符的数词 εἷς(一),而是动词 εἰμί(是)第二人称单数现在时直说法的爱奥尼亚方言形式 εἶς(带有柔气符),在此省略了主语“你”,意为“你是”。
  3. §4.80.5τοῖσι δὲ παρακτωμένοισι ξεινικοὺς νόμους — 现在时中动分词与格 παρακτωμένοισι(源自动词 παρακτάομαι,意为“额外获得、引进”)在此作名词性成分,作为主句动词 διδοῦσι 的间接宾语,意为“对于那些为自己引进外国习俗的人”。

引用这一段

希罗多德, 历史 §4.80.1-4.80.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.80.1-4.80.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。