Humanitext Reader

希罗多德 · 历史 §4.72.1-4.72.5

斯基泰王逝世一周年后的侍从与骏马殉葬

第 636 段,共 1577 段 · 希腊语

内容简介

国王死后一年,斯基泰人勒死五十名年轻仆役和五十匹骏马用于殉葬,防腐处理后利用木制拱架和支柱,将他们以骑兵的姿态环绕安放在王陵周围。

§4.72.1ἐνιαυτοῦ δὲ περιφερομένου αὖτις ποιεῦσι τοιόνδε· λαβόντες τῶν λοιπῶν θεραπόντων τοὺς ἐπιτηδεοτάτους (οἳ δὲ εἰσὶ Σκύθαι ἐγγενέες· οὗτοι γὰρ θεραπεύουσι τοὺς ἂν αὐτὸς ὁ βασιλεὺς κελεύσῃ ἀργυρώνητοι δὲ οὐκ εἰσί σφι θεράποντες), §4.72.2τούτων ὦν τῶν διηκόνων ἐπεὰν ἀποπνίξωσι πεντήκοντα καὶ ἵππους τοὺς καλλίστους πεντήκοντα, ἐξελόντες αὐτῶν τὴν κοιλίην καὶ καθήραντες ἐμπιπλᾶσι ἀχύρων καὶ συρράπτουσι.
一年过去之后,他们再次做出如下的举动:他们选出其余仆役中最为合适的人(这些人是土生土长的斯基泰人;因为凡是国王亲自命令的人,他们都会去服侍,而他们并没有用金钱买来的仆役),因此,当他们把这些仆役中的五十个,以及五十匹最美丽的马勒死之后,他们取出其内脏并清洗干净,填满谷壳,然后缝合。
§4.72.3ἁψῖδος δὲ ἥμισυ ἐπὶ δύο ξύλα στήσαντες ὕπτιον καὶ τὸ ἕτερον ἥμισυ τῆς ἁψῖδος ἐπʼ ἕτερα δύο, καταπήξαντες τρόπῳ τοιούτῳ πολλὰ ταῦτα, ἔπειτα τῶν ἵππων κατὰ τὰ μήκεα ξύλα παχέα διελάσαντες μέχρι τῶν τραχήλων ἀναβιβάζουσι αὐτοὺς ἐπὶ τὰς ἁψῖδας·
他们将半圆拱架的一半仰面固定在两根木桩上,而将该拱架的另一半固定在另外两根木桩上,并以这种方式将许多这样的装置插在地上,然后,他们用粗木棍沿着马的身长穿透过去,直达颈部,再把马安放到这些拱架上。
§4.72.4τῶν δὲ αἱ μὲν πρότεραι ἀψῖδες ὑπέχουσι τοὺς ὤμους τῶν ἵππων, αἱ δὲ ὄπισθε παρὰ τοὺς μηροὺς τὰς γαστέρας ὑπολαμβάνουσι· σκέλεα δὲ ἀμφότερα κατακρέμαται μετέωρα.
在这些拱架中,前方的拱架支托着马的肩部,后方的拱架则在靠近大腿处托住其腹部;前后两对腿都悬空垂挂着。
χαλινοὺς δὲ καὶ στόμια ἐμβαλόντες ἐς τοὺς ἵππους κατατείνουσι ἐς τὸ πρόσθε αὐτῶν καὶ ἔπειτα ἐκ πασσάλων δέουσι.
他们给马套上缰绳和马衔,向前拉紧,然后系在木桩上。
§4.72.5τῶν δὲ δὴ νεηνίσκων τῶν ἀποπεπνιγμένων τῶν πεντήκοντα ἕνα ἕκαστον ἀναβιβάζουσι ἐπὶ τὸν ἵππον, ὧδε ἀναβιβάζοντες, ἐπεὰν νεκροῦ ἑκάστου παρὰ τὴν ἄκανθαν ξύλον ὀρθὸν διελάσωσι μέχρι τοῦ τραχήλου· κάτωθεν δὲ ὑπερέχει τοῦ ξύλου τούτου τὸ ἐς τόρμον πηγνύουσι τοῦ ἑτέρου ξύλου τοῦ διὰ τοῦ ἵππου.
然后,他们把这五十个被勒死的青年中的每一个分别骑放到一匹马上,以下是安置他们的方法:他们将一根垂直的木棍沿着每个死者的脊椎穿透过去,直达颈部;这根木棍的下端露在外面,他们将其插进贯穿马身的那根木头的榫眼里。
ἐπιστήσαντες δὲ κύκλῳ τὸ σῆμα ἱππέας τοιούτους ἀπελαύνουσι.
在坟墓周围环绕着安置好这些骑兵之后,他们便离去。

词汇与语法注释

  1. 4.72.1τοὺς ἂν αὐτὸς ὁ βασιλεὺς κελεύσῃ — 关系从句使用 ἄν 加上虚拟语气(τοὺς ἂν... κελεύσῃ),表示泛指的条件(“凡是国王亲自命令的人”)。先行词(τοὺς)是动词 θεραπεύουσι 的直接宾语。
  2. 4.72.3ὕπτιον — 形容词 ὕπτιος(“仰卧的”、“翻转的”)的中性单数宾格形式用作副词,描述半圆拱架(ἁψῖδος 辖半 ἥμισυ)是以凹面向上(即呈U字形而非倒U字形)的方式安置的。
  3. 4.72.5τὸ ἐς τόρμον πηγνύουσι — 中性单数宾格冠词 τὸ 在此用作关系代名词(相当于 ὅ),这是希罗多德伊奥尼亚方言的特征。它指代主句中木棍露出的部分(ὑπερέχει 的主语),并在关系从句中作为 πηγνύουσι 的直接宾语。

引用这一段

希罗多德, 历史 §4.72.1-4.72.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.72.1-4.72.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。