§4.71.1ταφαὶ δὲ τῶν βασιλέων ἐν Γέρροισι εἰσὶ ἐς ὃ ὁ Βορυσθένης ἐστὶ προσπλωτός·
国王们的陵墓位于盖洛伊,即波里斯提奈斯河可以通航的最远端。
ἐνθαῦτα, ἐπεάν σφι ἀποθάνῃ ὁ βασιλεύς, ὄρυγμα γῆς μέγα ὀρύσσουσι τετράγωνον, ἕτοιμον δὲ τοῦτο ποιήσαντες ἀναλαμβάνουσι τὸν νεκρόν, κατακεκηρωμένον μὲν τὸ σῶμα, τὴν δὲ νηδὺν ἀνασχισθεῖσαν καὶ καθαρθεῖσαν, πλέην κυπέρου κεκομμένου καὶ θυμιήματος καὶ σελίνου σπέρματος καὶ ἀννήσου, συνερραμμένην ὀπίσω, καὶ κομίζουσι ἐν ἁμάξῃ ἐς ἄλλο ἔθνος.
在那里,每当他们的国王去世,他们就在土中挖一个巨大的四方形深坑,准备就绪后,他们便抬起尸体——这具尸体全身涂满蜡,腹部被剖开清洗,填满切碎的莎草、香料、芹菜籽和茴香,然后重新缝合。 随后,他们用马车将尸体运往另一个部落。
§4.71.2οἳ δὲ ἂν παραδέξωνται κομισθέντα τὸν νεκρόν, ποιεῦσι τά περ οἱ βασιλήιοι Σκύθαι· τοῦ ὠτὸς ἀποτάμνονται, τρίχας περικείρονται, βραχίονας περιτάμνονται, μέτωπον καὶ ῥῖνα καταμύσσονται, διὰ τῆς ἀριστερῆς χειρὸς ὀιστοὺς διαβυνέονται.
\n 凡是接待运送来之尸体的人,都会做出与皇家斯基泰人相同的举动:他们割下自己的一部分耳朵,将头发剪圆,在手臂上划出伤口,抓破额头和鼻子,并用箭刺穿左手。
§4.71.3ἐνθεῦτεν δὲ κομίζουσι ἐν τῇ ἀμάξῃ τοῦ βασιλέος τὸν νέκυν ἐς ἄλλο ἔθνος τῶν ἄρχουσι· οἳ δέ σφι ἕπονται ἐς τοὺς πρότερον ἦλθον.
\n 接着,他们用马车将国王的尸体运往他们统治的另一个部族;而他们首先访问过的人们也随同他们一起前往。
ἐπεὰν δὲ πάντας περιέλθωσι τὸν νέκυν κομίζοντες, ἔν τε Γέρροισι ἔσχατα κατοικημένοισι εἰσὶ τῶν ἐθνέων τῶν ἄρχουσι καὶ ἐν τῇσι ταφῇσι.
当他们运着尸体绕行了所有的部族之后,便到达了盖洛伊——这是在他们统治的部族中居住在最边缘的地区,也是陵墓所在的地方。
§4.71.4καὶ ἔπειτα, ἐπεὰν θέωσι τὸν νέκυν ἐν τῇσι θήκῃσι ἐπὶ στιβάδος, παραπήξαντες αἰχμὰς ἔνθεν καὶ ἔνθεν τοῦ νεκροῦ ξύλα ὑπερτείνουσι καὶ ἔπειτα ῥιψὶ καταστεγάζουσι, ἐν δὲ τῇ λοιπῇ εὐρυχωρίῃ τῆς θήκης τῶν παλλακέων τε μίαν ἀποπνίξαντες θάπτουσι καὶ τὸν οἰνοχόον καὶ μάγειρον καὶ ἱπποκόμον καὶ διήκονον καὶ ἀγγελιηφόρον καὶ ἵππους καὶ τῶν ἄλλων πάντων ἀπαρχὰς καὶ φιάλας χρυσέας· ἀργύρῳ δὲ οὐδὲν οὐδὲ χαλκῷ χρέωνται.
\n 随后,当他们将尸体安放在墓穴中的草垫上时,便在尸体两旁插上长矛,在上面横架木头,再用席子盖好。 在墓穴中剩余的空旷处,他们勒死并埋葬国王的一个妾侍,以及司酒、厨师、马夫、仆役、传令兵、马匹、其他所有物品的初献之物,还有黄金杯;他们完全不用银和青铜。
§4.71.5ταῦτα δὲ ποιήσαντες χοῦσι πάντες χῶμα μέγα, ἁμιλλώμενοι καὶ προθυμεόμενοι ὡς μέγιστον ποιῆσαι.
\n 做完这些后,所有人一起筑起一座巨大的土丘,相互竞争并竭尽全力,试图将其筑得尽可能大。