§4.7.1γεγονέναι μέν νυν σφέας ὧδε λέγουσι οἱ Σκύθαι, ἔτεα δὲ σφίσι ἐπείτε γεγόνασι τὰ σύμπαντα λέγουσι εἶναι ἀπὸ τοῦ πρώτου βασιλέος Ταργιτάου ἐς τὴν Δαρείου διάβασιν τὴν ἐπὶ σφέας χιλίων οὐ πλέω ἀλλὰ τοσαῦτα.
因此,塞斯人说他们自己是这样起源的,但他们说,自他们起源以来,从首任国王塔吉陶斯到大流士对他们发起远征,总共的年数不多于一千,而恰好是这个数目。
τὸν δὲ χρυσόν τοῦτον τὸν ἱρὸν φυλάσσουσι οἱ βασιλέες ἐς τὰ μάλιστα, καὶ θυσίῃσι μεγάλῃσι ἱλασκόμενοι μετέρχονται ἀνὰ πᾶν ἔτος.
而国王们极力守护这神圣的黄金,并且每年都以盛大的祭祀来安抚并走近它。
§4.7.2ὃς δʼ ἂν ἔχων τὸν χρυσὸν τὸν ἱρὸν ἐν τῇ ὁρτῇ ὑπαίθριος κατακοιμηθῇ, οὗτος λέγεται ὑπὸ Σκυθέων οὐ διενιαυτίζειν. δίδοσθαι δέ οἱ διὰ τοῦτο ὅσα ἂν ἵππῳ ἐν ἡμέρῃ μιῇ περιελάσῃ αὐτὸς.
凡是在节日期间带着这神圣黄金并在野外入睡的人,据说塞斯人认为他活不过一年;因此,据说会赐予他,他自己骑马在一天内能绕行一圈的所有土地。
τῆς δὲ χώρης ἐούσης μεγάλης τριφασίας τὰς βασιληίας τοῖσι παισὶ τοῖσι ἑωυτοῦ καταστήσασθαι Κολάξαιν, καὶ τουτέων μίαν ποιῆσαι μεγίστην, ἐν τῇ τὸν χρυσὸν φυλάσσεσθαι.
由于土地广大,科拉克赛斯为他自己的儿子们建立了三个王国,并将其中的一个建得最大,在其中保存着那份黄金。
§4.7.3τὰ δὲ κατύπερθε πρὸς βορέην λέγουσι ἄνεμον τῶν ὑπεροίκων τῆς χώρης οὐκ οἷὰ τε εἶναι ἔτι προσωτέρω οὔτε ὁρᾶν οὔτε διεξιέναι ὑπὸ πτερῶν κεχυμένων· πτερῶν γὰρ καὶ τήν γῆν καὶ τὸν ἠέρα εἶναι πλέον, καὶ ταῦτα εἶναι τὰ ἀποκληίοντα τὴν ὄψιν.
至于该地区更往北的方向,当地人说,由于漫天飞舞的羽毛,既无法看得更远,也无法穿行;因为大地和空气都充满了羽毛,正是这些东西阻挡了视线。