§4.6.1ἀπὸ μὲν δὴ Λιποξάιος γεγονέναι τούτους τῶν Σκυθέων οἳ Αὐχάται γένος καλέονται, ἀπὸ δὲ τοῦ μέσου Ἀρποξάιος οἳ Κατίαροί τε καὶ Τράσπιες καλέονται, ἀπὸ δὲ τοῦ νεωτάτου αὐτῶν τοῦ βασιλέος οἳ καλέονται Παραλάται·
据说,从里波克赛斯传下了塞斯人中被称为阿乌卡塔族的人们;从二哥阿尔波克赛斯传下了被称为卡蒂亚罗伊和特拉斯皮伊斯的人们;而从他们中最年轻的国王那里,传下了被称为帕拉拉塔伊的人们。
§4.6.2σύμπασι δὲ εἶναι οὔνομα Σκολότους, τοῦ βασιλέος ἐπωνυμίην.
他们全体的名字,根据国王的别名称为斯克洛托伊。
Σκύθας δὲ Ἕλληνες ὠνόμασαν.
而希腊人则称他们为塞斯人。