§4.69.1ἀπολλῦσι δῆτα αὐτοὺς τρόπῳ τοιῷδε· ἐπεὰν ἅμαξαν φρυγάνων πλήσωσι καὶ ὑποζεύξωσι βοῦς, ἐμποδίσαντες τοὺς μάντιας καὶ χεῖρας ὀπίσω δήσαντες καὶ στομώσαντες κατεργνῦσι ἐς μέσα τὰ φρύγανα.
他们处死那些人的方法确实如下:当他们用柴薪装满一辆大车并套上公牛时,他们缚住占卜师的双脚,将他们的双手绑在身后,塞住他们的嘴,然后将他们关在柴薪的中间。
ὑποπρήσαντες δὲ αὐτὰ ἀπιεῖσι φοβήσαντες τοὺς βοῦς.
接着,他们点燃柴薪,惊吓公牛并让其奔跑。
§4.69.2πολλοὶ μὲν δὴ συγκατακαίονται τοῖσι μάντισι βόες, πολλοὶ δὲ περικεκαυμένοι ἀποφεύγουσι, ἐπεὰν αὐτῶν ὁ ῥυμὸς κατακαυθῇ.
确实,有许多公牛与占卜师们一起被烧死,但也有许多公牛在车辕被烧断时,带着灼伤逃脱了。
κατακαίουσι δὲ τρόπῳ τῷ εἰρημένῳ καὶ διʼ ἄλλας αἰτίας τοὺς μάντιας, ψευδομάντιας καλέοντες.
由于其他的缘故,他们也用上述方法将占卜师们烧死,称他们为伪占卜师。
§4.69.3τοὺς δʼ ἂν ἀποκτείνῃ βασιλεύς, τούτων οὐδὲ τοὺς παῖδας λείπει, ἀλλὰ πάντα τὰ ἔρσενα κτείνει, τὰ δὲ θήλεα οὐκ ἀδικέει.
至于国王所处死的人,他甚至不留下他们的孩子,而是杀掉所有的男子,但对女子则不加伤害。