§4.68.1ἐπεὰν δὲ βασιλεὺς ὁ Σκυθέων κάμῃ, μεταπέμπεται τῶν μαντίων ἄνδρας τρεῖς τοὺς εὐδοκιμέοντας μάλιστα, οἳ τρόπῳ τῷ εἰρημένῳ μαντεύονται·
当斯基泰人的国王生病时,他会召集三位名望最高的占卜师,他们用上述方法进行占卜。
καὶ λέγουσι οὗτοι ὡς τὸ ἐπίπαν μάλιστα τάδε, ὡς τὰς βασιληίας ἱστίας ἐπιώρκηκε ὃς καὶ ὅς, λέγοντες τῶν ἀστῶν τὸν ἂν δὴ λέγωσι.
他们大抵会这样说,某某人对着王室的炉灶发了假誓,并指名道姓地指出市民中他们所说的那个人。
§4.68.2τὰς δὲ βασιληίας ἱστίας νόμος Σκύθῃσι τὰ μάλιστα ἐστὶ ὀμνύναι τότε ἐπεὰν τὸν μέγιστον ὅρκον ἐθέλωσι ὀμνύναι.
当斯基泰人想要立下最庄严的誓言时,对着王室的炉灶宣誓是他们最普遍的习俗。
αὐτίκα δὲ διαλελαμμένος ἄγεται οὗτος τὸν ἂν δὴ φῶσι ἐπιορκῆσαι, ἀπιγμένον δὲ ἐλέγχουσι οἱ μάντιες ὡς ἐπιορκήσας φαίνεται ἐν τῇ μαντικῇ τὰς βασιληίας ἱστίας καὶ διὰ ταῦτα ἀλγέει ὁ βασιλεύς·
那被指控发了假誓的人随即被捕并被带走;当他到达时,占卜师们指控他,称根据占卜结果,显然是他对着王室炉灶发了假誓,国王也因此而受苦。
ὁ δὲ ἀρνέεται, οὐ φάμενος ἐπιορκῆσαι, καὶ δεινολογέεται.
但那人予以否认,声称自己并未发假誓,并激烈地抗议这一不公。
§4.68.3ἀρνεομένου δὲ τούτου ὁ βασιλεὺς μεταπέμπεται ἄλλους διπλησίους μάντιας·
如果此人否认,国王便会召集双倍数量的其他占卜师。
καὶ ἢν μὲν καὶ οὗτοι ἐσορῶντες ἐς τὴν μαντικὴν καταδήσωσι ἐπιορκῆσαι, τοῦ δὲ ἰθέως τὴν κεφαλὴν ἀποτάμνουσι, καὶ τὰ χρήματα αὐτοῦ διαλαγχάνουσι οἱ πρῶτοι τῶν μαντίων·
如果这些人通过观察占卜也认定他发了假誓,便会立即斩下他的头,而最初的占卜师们则瓜分他的财产。
§4.68.4ἢν δὲ οἱ ἐπελθόντες μάντιες ἀπολύσωσι, ἄλλοι πάρεισι μάντιες καὶ μάλα ἄλλοι.
但如果新来的占卜师宣判他无罪,便会有其他的占卜师来,接着是更多的占卜师。
ἢν ὦν οἱ πλεῦνες τὸν ἄνθρωπον ἀπολύσωσι, δέδοκται τοῖσι πρώτοισι τῶν μαντίων αὐτοῖσι ἀπόλλυσθαι.
因此,如果大多数占卜师都宣判那人无罪,那么最初的占卜师们自己就必须被处死,这已成定规。