§4.70.1ὅρκια δὲ ποιεῦνται Σκύθαι ὧδε πρὸς τοὺς ἂν ποιέωνται· ἐς κύλικα μεγάλην κεραμίνην οἶνον ἐγχέαντες αἷμα συμμίσγουσι τῶν τὸ ὅρκιον ταμνομένων, τύψαντες ὑπέατι ἢ ἐπιταμόντες μαχαίρῃ σμικρὸν τοῦ σώματος, καὶ ἔπειτα ἀποβάψαντες ἐς τὴν κύλικα ἀκινάκην καὶ ὀιστοὺς καὶ σάγαριν καὶ ἀκόντιον·
斯基泰人与任何结盟者订立誓约的方式如下:他们将葡萄酒倒入一个陶制大杯中,并与订立誓约者的血液混合。 为此,他们用锥子刺入,或用小刀在身体上划出轻微的伤口,接着把短剑、箭、战斧和投枪浸入杯中。
ἐπεὰν δὲ ταῦτα ποιήσωσι, κατεύχονται πολλὰ καὶ ἔπειτα ἀποπίνουσι αὐτοί τε οἱ τὸ ὅρκιον ποιεύμενοι καὶ τῶν ἑπομένων οἱ πλείστου ἄξιοι.
做完这些后,他们进行长久的祈祷,然后,订立誓约的当事人自身以及随从中最有声望的人便共同将其喝下。