§4.67.1μάντιες δὲ Σκυθέων εἰσὶ πολλοί, οἳ μαντεύονται ῥάβδοισι ἰτεΐνῃσι πολλῇσι ὧδε· ἐπεὰν φακέλους ῥάβδων μεγάλους ἐνείκωνται, θέντες χαμαὶ διεξειλίσσουσι αὐτούς, καὶ ἐπὶ μίαν ἑκάστην ῥάβδον τιθέντες θεσπίζουσι, ἅμα τε λέγοντες ταῦτα συνειλέουσι τὰς ῥάβδους ὀπίσω καὶ αὖτις κατὰ μίαν συντιθεῖσι.
斯基泰人有许多占卜师,他们用许多柳条进行占卜,方法如下:当他们搬来一大捆柳条时,便把它们放在地上并解开,然后将柳条逐一放好并进行预言;在说这些话的同时,他们又把柳条重新收集起来,并再次一根一根地排好。
§4.67.2αὕτη μὲν σφι ἡ μαντικὴ πατρωίη ἐστί.
这是他们祖传的占卜术。
οἱ δὲ Ἐνάρεες οἱ ἀνδρόγυνοι τὴν Ἀφροδίτην σφίσι λέγουσι μαντικὴν δοῦναι· φιλύρης δʼ ὦν φλοιῷ μαντεύονται·
然而,被称为两性人的埃纳雷斯人则说,阿佛洛狄忒赐予了他们占卜的能力;他们用椴树的树皮进行占卜。
ἐπεὰν τὴν φιλύρην τρίχα σχίσῃ, διαπλέκων ἐν τοῖσι δακτύλοισι τοῖσι ἑωυτοῦ καὶ διαλύων χρᾷ.
当有人将椴树皮撕成三股,在自己的手指间缠绕并解开时,便作出了预言。