§4.67.1μάντιες δὲ Σκυθέων εἰσὶ πολλοί, οἳ μαντεύονται ῥάβδοισι ἰτεΐνῃσι πολλῇσι ὧδε·
There are many diviners among the Scythians, who divine by means of many willow wands in the following manner.
ἐπεὰν φακέλους ῥάβδων μεγάλους ἐνείκωνται, θέντες χαμαὶ διεξειλίσσουσι αὐτούς, καὶ ἐπὶ μίαν ἑκάστην ῥάβδον τιθέντες θεσπίζουσι, ἅμα τε λέγοντες ταῦτα συνειλέουσι τὰς ῥάβδους ὀπίσω καὶ αὖτις κατὰ μίαν συντιθεῖσι.
When they have brought great bundles of wands, they put them on the ground and untie them, and placing each wand by itself, they utter their prophecy; and while they are saying this, they gather the wands together again and once more place them one by one.
§4.67.2αὕτη μὲν σφι ἡ μαντικὴ πατρωίη ἐστί.
This is their hereditary art of divination.
οἱ δὲ Ἐνάρεες οἱ ἀνδρόγυνοι τὴν Ἀφροδίτην σφίσι λέγουσι μαντικὴν δοῦναι· φιλύρης δʼ ὦν φλοιῷ μαντεύονται·
But the Enarees, who are hermaphrodites, say that Aphrodite gave them the art of divination; they divine by the bark of the linden tree.
ἐπεὰν τὴν φιλύρην τρίχα σχίσῃ, διαπλέκων ἐν τοῖσι δακτύλοισι τοῖσι ἑωυτοῦ καὶ διαλύων χρᾷ.
When one has split the linden bark into three pieces, he weaves it among his own fingers and, untying it, utters the oracle.