Humanitext Reader

希罗多德 · 历史 §4.5.1-4.5.4

斯基泰人的起源传说与天降黄金神器

第 569 段,共 1577 段 · 希腊语

内容简介

记述了塞斯人的起源传说。在首个男人塔尔吉陶斯的三位子嗣中,唯有幼子科拉克赛斯成功获取了从天而降的黄金器物,从而继承了王位。

§4.5.1ὣς δὲ Σκύθαι λέγουσι, νεώτατον πάντων ἐθνέων εἶναι τὸ σφέτερον, τοῦτο δὲ γενέσθαι ὧδε.
据塞斯人说,他们的民族是所有民族中最年轻的,而其产生是这样的。
ἄνδρα γενέσθαι πρῶτον ἐν τῇ γῇ ταύτῃ ἐούσῃ ἐρήμῳ τῳ οὔνομα εἶναι Ταργιτάον· τοῦ δὲ Ταργιτάου τούτου τοὺς τοκέας λέγουσι εἶναι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, λέγουσι δʼ ὦν, Δία τε καὶ Βορυσθένεος τοῦ ποταμοῦ θυγατέρα.
在这片当时还是荒野的土地上,诞生了第一个人,名字叫塔尔吉陶斯;而关于这位塔尔吉陶斯的父母,塞斯人说——虽然他们所说的话对我而言并不可信,但他们终究是这么说的——是宙斯和博里斯芬尼斯河的女儿。
§4.5.2γένεος μὲν τοιούτου δὴ τινος γενέσθαι τὸν Ταργιτάον, τούτου δὲ γενέσθαι παῖδας τρεῖς, Λιπόξαϊν καὶ Ἀρπόξαϊν καὶ νεώτατον Κολάξαιν.
塔尔吉陶斯便是出身于这样一种家系,而他生了三个儿子,即里波克赛斯、阿尔波克赛斯和最年轻的科拉克赛斯。
§4.5.3ἐπὶ τούτων ἀρχόντων ἐκ τοῦ οὐρανοῦ φερομένα χρύσεα ποιήματα, ἄροτρόν τε καὶ ζυγόν καὶ σάγαριν καὶ φιάλην, πεσεῖν ἐς τὴν Σκυθικήν·
在他们统治时期,有从天空中落到塞斯人土地上的黄金器物,即犁、轭、战斧和杯子。
καὶ τῶν ἰδόντα πρῶτον τὸν πρεσβύτατον ἆσσον ἰέναι βουλόμενον αὐτὰ λαβεῖν, τὸν δὲ χρυσόν ἐπιόντος καίεσθαι.
最年长者首先看见了,想要走近拿取它们,但在他接近时,那黄金便燃烧起来。
§4.5.4ἀπαλλαχθέντος δὲ τούτου προσιέναι τὸν δεύτερον, καὶ τὸν αὖτις ταὐτὰ ποιέειν.
当他退开后,第二个人走上前去,他也同样遭遇了此事。
τοὺς μὲν δὴ καιόμενον τὸν χρυσὸν ἀπώσασθαι, τρίτῳ δὲ τῷ νεωτάτῳ ἐπελθόντι κατασβῆναι, καὶ μιν ἐκεῖνον κομίσαι ἐς ἑωυτοῦ·
因此,燃烧着的黄金将他们推开,但当第三个即最年轻的人走上前时,火焰熄灭了,他便将其带回了自己的家。
καὶ τοὺς πρεσβυτέρους ἀδελφεοὺς πρὸς ταῦτα συγγνόντας τὴν βασιληίην πᾶσαν παραδοῦναι τῷ νεωτάτῳ.
对此,年长的哥哥们明白了其中的含义,便将全部王权交给了最年轻的弟弟。

词汇与语法注释

  1. 4.5.1ἐούσῃ ἐρήμῳ — 修饰名词 τῇ γῇ ταύτῃ 的现在分词,作限制性或让步性解释,意为“在这片当时还是荒野的土地上”。
  2. 4.5.3ἐπιόντος — 属格单数现在分词构成的属格绝对句,但其逻辑主语与主句主语 τὸν πρεσβύτατον(宾格)相同,指代长子,属于非规范的属格绝对用法。
  3. 4.5.4μιν ἐκεῖνον — μιν 是爱奥尼亚方言的三人称单数宾格代名词,指代宾语黄金(τὸν χρυσόν),而 ἐκεῖνον 指代不定式 κομίσαι 的逻辑主语(幼子)。这是在“宾格加不定式”结构中,主语和宾语同为宾格代名词并置的现象。

引用这一段

希罗多德, 历史 §4.5.1-4.5.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.5.1-4.5.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。