§4.6.1ἀπὸ μὲν δὴ Λιποξάιος γεγονέναι τούτους τῶν Σκυθέων οἳ Αὐχάται γένος καλέονται, ἀπὸ δὲ τοῦ μέσου Ἀρποξάιος οἳ Κατίαροί τε καὶ Τράσπιες καλέονται, ἀπὸ δὲ τοῦ νεωτάτου αὐτῶν τοῦ βασιλέος οἳ καλέονται Παραλάται·
From Lipoxais, they say, are descended those of the Scythians who are called the clan of Auchatae; from the middle brother Arpoxais, those who are called Catiari and Traspies; and from the youngest of them, the king, those who are called Paralatae.
§4.6.2σύμπασι δὲ εἶναι οὔνομα Σκολότους, τοῦ βασιλέος ἐπωνυμίην. Σκύθας δὲ Ἕλληνες ὠνόμασαν.
The name for them all together is Scoloti, after the title of their king; but the Greeks named them Scythians.