§4.50.1τούτων ὦν τῶν καταλεχθέντων καὶ ἄλλων πολλῶν συμβαλλομένων τὸ σφέτερον ὕδωρ γίνεται ὁ Ἴστρος ποταμῶν μέγιστος, ἐπεὶ ὕδωρ γε ἓν πρὸς ἓν συμβάλλειν ὁ Νεῖλος πλήθει ἀποκρατέει.
因此,随着上述这些河流以及其他许多河流注入各自的水量,伊斯特河成为了所有河流中最大的一条;不过,如果将河流一对一地进行比较,尼罗河在水量上仍占优势。
ἐς γὰρ δὴ τοῦτον οὔτε ποταμὸς οὔτε κρήνη οὐδεμία ἐσδιδοῦσα ἐς πλῆθός οἱ συμβάλλεται.
因为确实没有任何河流或泉水流入尼罗河来增加其水量。
§4.50.2ἴσος δὲ αἰεὶ ῥέει ἐν τε θέρει καὶ χειμῶνι ὁ Ἴστρος κατὰ τοιόνδε τι, ὡς ἐμοὶ δοκέει· τοῦ μὲν χειμῶνος ἐστὶ ὅσος περ ἐστι, ὀλίγῳ τε μέζων τῆς ἑωυτοῦ φύσιος γίνεται· ὕεται γὰρ ἡ γῆ αὕτη τοῦ χειμῶνος πάμπαν ὀλίγῳ, νιφετῷ δὲ πάντα χρᾶται·
然而,无论在夏天还是冬天,伊斯特河的水量总是保持恒定,依我之见,原因如下:在冬天,它保持着自身原有的规模,或者仅比其自然流量稍大一点;因为这片土地在冬天几乎不下雨,而是完全处于降雪之中。
§4.50.3τοῦ δὲ θέρεος ἡ χιὼν ἡ ἐν τῷ χειμῶνι πεσοῦσα, ἐοῦσα ἀμφιλαφής, τηκομένη πάντοθεν ἐσδιδοῖ ἐς τὸν Ἴστρον.
而在夏天,冬天降下的丰沛积雪到处融化,并流入伊斯特河。
αὕτη τε δὴ ἡ χιὼν ἐσδιδοῦσα ἐς αὐτὸν συμπληθύει καὶ ὄμβροι πολλοί τε καὶ λάβροι σὺν αὐτῇ· ὕει γὰρ δὴ τὸ θέρος.
这些流入其中的融雪增加了它的水量,此外还有许多伴随而来的倾盆大雨;因为在夏天确实会下雨。
§4.50.4ὅσῳ δὲ πλέον ἐπʼ ἑωυτὸν ὕδωρ ὁ ἥλιος ἐπέλκεται ἐν τῶ θέρει ἢ ἐν τῷ χειμῶνι, τοσούτῳ τὰ συμμισγόμενα τῷ Ἴστρῳ πολλαπλήσια ἐστὶ τοῦ θέρεος ἤ περ τοῦ χειμῶνος· ἀντιτιθέμενα δὲ ταῦτα ἀντισήκωσις γίνεται, ὥστε ἴσον μιν αἰεὶ φαίνεσθαι ἐόντα.
这样,太阳在夏天比在冬天吸走更多水分的量,正与夏天汇入伊斯特河的水量比冬天多出的倍数相抵消;由于这些相反的因素相互制约,便产生了一种平衡,使得这条河看起来始终保持着同等的水量。