§4.49.1οὗτοι μὲν αὐθιγενέες Σκυθικοὶ ποταμοὶ συμπληθύουσι αὐτόν, ἐκ δὲ Ἀγαθύρσων Μάρις ποταμὸς ῥέων συμμίσγεται τῷ Ἴστρῳ, ἐκ δὲ τοῦ Αἵμου τῶν κορυφέων τρεῖς ἄλλοι μεγάλοι ῥέοντες πρὸς βορέην ἄνεμον ἐσβάλλουσι ἐς αὐτόν, Ἄτλας καὶ Αὔρας καὶ Τίβισις.
这些本地生的斯基泰河流增加了它的水量;而从阿加特尔索伊人的土地上流出的马里斯河也与伊斯特河汇合;从海莫斯山的山峰又流出另外三条大河向北流去并注入其中,即阿特拉斯河、奥拉斯河和蒂比西斯河。
διὰ δὲ Θρηίκης καὶ Θρηίκων τῶν Κροβύζων ῥέοντες Ἄθρυς καὶ Νόης καὶ Ἀρτάνης ἐκδιδοῦσι ἐς τὸν Ἴστρον· ἐκ δὲ Παιόνων καὶ ὄρεος Ῥοδόπης Κίος ποταμὸς μέσον σχίζων τὸν Αἷμον ἐκδιδοῖ ἐς αὐτόν.
流经色雷斯和克罗比佐伊色雷斯人土地的阿特律斯河、诺埃斯河和阿尔塔内斯河也注入口伊斯特河;而从派奥尼亚人和罗多彼山流出的基奥斯河,将海莫斯山从中间切开并注入其中。
§4.49.2ἐξ Ἰλλυριῶν δὲ ῥέων πρὸς βορέην ἄνεμον Ἄγγρος ποταμὸς ἐσβάλλει ἐς πεδίον τὸ Τριβαλλικὸν καὶ ἐς ποταμὸν Βρόγγον, ὁ δὲ Βρόγγος ἐς τὸν Ἴστρον· οὕτω ἀμφοτέρους ἐόντας μεγάλους ὁ Ἴστρος δέκεται.
从伊利里亚人那里向北流去的安格罗斯河注入特里巴洛伊平原以及布隆戈斯河,而布隆戈斯河又注入伊斯特河;如此,伊斯特河接纳了这两条同样巨大的河流。
ἐκ δὲ τῆς κατύπερθε χώρης Ὀμβρικῶν Κάρπις ποταμὸς καὶ ἄλλος Ἄλπις ποταμὸς πρὸς βορέην ἄνεμον καὶ οὗτοι ῥέοντες ἐκδιδοῦσι ἐς αὐτόν·
此外,从翁布里亚人更上方的地区,卡尔皮斯河和另一条阿尔皮斯河,也向北流去并注入其中。
§4.49.3ῥέει γὰρ δὴ διὰ πάσης τῆς Εὐρώπης ὁ Ἴστρος, ἀρξάμενος ἐκ Κελτῶν, οἳ ἔσχατοι πρὸς ἡλίου δυσμέων μετὰ Κύνητας οἰκέουσι τῶν ἐν τῇ Εὐρώπη· ῥέων δὲ διὰ πάσης τῆς Εὐρώπης ἐς τὰ πλάγια τῆς Σκυθίης ἐσβάλλει.
因为伊斯特河确实流经整个欧洲,它源自凯尔特人,而凯尔特人是在欧洲居民中,除居内特斯人之外,居住在最西方(日落方向)的人;它流经整个欧洲,最后注入斯基泰的侧翼。