§4.5.1ὣς δὲ Σκύθαι λέγουσι, νεώτατον πάντων ἐθνέων εἶναι τὸ σφέτερον, τοῦτο δὲ γενέσθαι ὧδε.
スキタイ人の語るところによれば、彼らの民族はすべての民族の中で最も若いものであり、その誕生の経緯は次のようであったという。
ἄνδρα γενέσθαι πρῶτον ἐν τῇ γῇ ταύτῃ ἐούσῃ ἐρήμῳ τῳ οὔνομα εἶναι Ταργιτάον·
かつて荒地であったこの土地に、最初に一人の男が生まれ、その名をタルギタオスといった。
τοῦ δὲ Ταργιτάου τούτου τοὺς τοκέας λέγουσι εἶναι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, λέγουσι δʼ ὦν, Δία τε καὶ Βορυσθένεος τοῦ ποταμοῦ θυγατέρα.
そして、このタルギタオスの両親は、私には信じがたいことながら、ともかく彼らの語るところでは、ゼウスとボリュステネス川の娘であったという。
§4.5.2γένεος μὲν τοιούτου δὴ τινος γενέσθαι τὸν Ταργιτάον, τούτου δὲ γενέσθαι παῖδας τρεῖς, Λιπόξαϊν καὶ Ἀρπόξαϊν καὶ νεώτατον Κολάξαιν.
タルギタオスはこのような家系の出身であったが、彼に三人の息子、リポクサイス、アルポクサイス、そして末っ子のコラクサイスが生まれた。
§4.5.3ἐπὶ τούτων ἀρχόντων ἐκ τοῦ οὐρανοῦ φερομένα χρύσεα ποιήματα, ἄροτρόν τε καὶ ζυγόν καὶ σάγαριν καὶ φιάλην, πεσεῖν ἐς τὴν Σκυθικήν·
彼らが統治していたとき、天から降ってきた金の作り物、すなわち、鋤と軛と戦斧と盃がスキタイの地に落ちてきた。
καὶ τῶν ἰδόντα πρῶτον τὸν πρεσβύτατον ἆσσον ἰέναι βουλόμενον αὐτὰ λαβεῖν, τὸν δὲ χρυσόν ἐπιόντος καίεσθαι.
そして、それらを最初に目にした最年長の者が、近づいてそれらを取ろうとしたが、彼が近づくと、その金は燃え上がった。
§4.5.4ἀπαλλαχθέντος δὲ τούτου προσιέναι τὸν δεύτερον, καὶ τὸν αὖτις ταὐτὰ ποιέειν.
彼が退くと、二番目の者が近づいたが、彼に対してもまた同じことが起こった。
τοὺς μὲν δὴ καιόμενον τὸν χρυσὸν ἀπώσασθαι, τρίτῳ δὲ τῷ νεωτάτῳ ἐπελθόντι κατασβῆναι, καὶ μιν ἐκεῖνον κομίσαι ἐς ἑωυτοῦ·
このように、燃える金は彼らを退けたが、三番目の末の息子が近づくと消え、彼はそれを自分の家へと持ち去った。
καὶ τοὺς πρεσβυτέρους ἀδελφεοὺς πρὸς ταῦτα συγγνόντας τὴν βασιληίην πᾶσαν παραδοῦναι τῷ νεωτάτῳ.
これを見た兄たちは、事態の持つ意味を認め、すべての王権を末の弟に譲り渡した。