§4.48.1Ἴστρος μέν, ἐὼν μέγιστος ποταμῶν πάντων τῶν ἡμεῖς ἴδμεν, ἴσος αἰεὶ αὐτὸς ἑωυτῷ ῥέει καὶ θέρεος καὶ χειμῶνος, πρῶτος δὲ τὸ ἀπʼ ἑσπέρης τῶν ἐν τῇ Σκυθικῇ ῥέων κατὰ τοιόνδε μέγιστος γέγονε· ποταμῶν καὶ ἄλλων ἐς αὐτὸν ἐκδιδόντων
伊斯特河是我们所知道的所有河流中最大的一条,无论在夏天还是冬天,它都始终保持同样的水量流动。 作为斯基泰境内河流中自最西方流出的一条,它之所以成为最大,其原因如下:因为其他河流也注入其中。
§4.48.2εἰσὶ δὴ οἵδε οἱ μέγαν αὐτὸν ποιεῦντες, διὰ μέν γε τῆς Σκυθικῆς χώρης πέντε μὲν οἱ ῥέοντες, τὸν τε Σκύθαι Πόρατα καλέουσι Ἑλλήνες δὲ Πυρετόν, καὶ ἄλλος Τιάραντος καὶ Ἄραρος τε καὶ Νάπαρις καὶ Ὀρδησσός.
确实,正是以下这些河流使其变得巨大:在流经斯基泰土地的河流中,一方面有五条,即斯基泰人称为波拉塔、希腊人称为皮雷托斯的那条,另一条是蒂阿拉恩托斯河,以及阿拉罗斯河、纳帕里斯河和奥尔德索斯河。
§4.48.3ὁ μὲν πρῶτος λεχθεὶς τῶν ποταμῶν μέγας καὶ πρὸς ἠῶ ῥέων ἀνακοινοῦται τῷ Ἴστρῳ τὸ ὕδωρ, ὁ δὲ δεύτερος λεχθεὶς Τιάραντος πρὸς ἑσπέρης τε μᾶλλον καὶ ἐλάσσων, ὁ δὲ δὴ Ἄραρός τε καὶ ὁ Νάπαρις καὶ ὁ Ὀρδησσὸς καὶ μέσου τούτων ἰόντες ἐσβάλλουσι ἐς τὸν Ἴστρον.
第一条被提及的河流体量巨大,向东流动,与伊斯特河汇合;第二条被提及的蒂阿拉恩托斯河更偏向西方,且水量较小;而阿拉罗斯河、纳帕里斯河和奥尔德索斯河,则从这两者之间流过,注入伊斯特河。