§4.49.1οὗτοι μὲν αὐθιγενέες Σκυθικοὶ ποταμοὶ συμπληθύουσι αὐτόν, ἐκ δὲ Ἀγαθύρσων Μάρις ποταμὸς ῥέων συμμίσγεται τῷ Ἴστρῳ, ἐκ δὲ τοῦ Αἵμου τῶν κορυφέων τρεῖς ἄλλοι μεγάλοι ῥέοντες πρὸς βορέην ἄνεμον ἐσβάλλουσι ἐς αὐτόν, Ἄτλας καὶ Αὔρας καὶ Τίβισις.
これらの現地生まれのスキタイの川がイストロス川の水を増しているが、アガテュルソイ人の地からはマリス川が流れてイストロス川に合流し、ハイモス山の峰々からは他の三つの大きな川、すなわちアトラス川、アウラス川、ティビシス川が北へ向かって流れてそこに注ぎ込んでいる。
διὰ δὲ Θρηίκης καὶ Θρηίκων τῶν Κροβύζων ῥέοντες Ἄθρυς καὶ Νόης καὶ Ἀρτάνης ἐκδιδοῦσι ἐς τὸν Ἴστρον· ἐκ δὲ Παιόνων καὶ ὄρεος Ῥοδόπης Κίος ποταμὸς μέσον σχίζων τὸν Αἷμον ἐκδιδοῖ ἐς αὐτόν.
また、トラキアおよびトラキア人の一部族であるクロビュゾイ人の地を流れるアトリュス川、ノエス川、アルタネス川もイストロス川に注ぎ、パイオニア人とロドペ山からはキオス川がハイモス山を真っ二つに貫いてそこに注ぎ込んでいる。
§4.49.2ἐξ Ἰλλυριῶν δὲ ῥέων πρὸς βορέην ἄνεμον Ἄγγρος ποταμὸς ἐσβάλλει ἐς πεδίον τὸ Τριβαλλικὸν καὶ ἐς ποταμὸν Βρόγγον, ὁ δὲ Βρόγγος ἐς τὸν Ἴστρον·
イリュリア人の地から北へ流れるアングロス川は、トリバッロイ人の平野とブロンゴス川に注ぎ、ブロンゴス川はイストロス川に注ぐ。
οὕτω ἀμφοτέρους ἐόντας μεγάλους ὁ Ἴστρος δέκεται.
このように、ともに大河である両川をイストロス川は受け入れている。
ἐκ δὲ τῆς κατύπερθε χώρης Ὀμβρικῶν Κάρπις ποταμὸς καὶ ἄλλος Ἄλπις ποταμὸς πρὸς βορέην ἄνεμον καὶ οὗτοι ῥέοντες ἐκδιδοῦσι ἐς αὐτόν·
さらにウンブリア人のより上方の地域からは、カルピス川ともう一つのアルピス川が、これらもまた北へと流れてそこに注ぎ込んでいる。
§4.49.3ῥέει γὰρ δὴ διὰ πάσης τῆς Εὐρώπης ὁ Ἴστρος, ἀρξάμενος ἐκ Κελτῶν, οἳ ἔσχατοι πρὸς ἡλίου δυσμέων μετὰ Κύνητας οἰκέουσι τῶν ἐν τῇ Εὐρώπη·
というのも、イストロス川は全ヨーロッパを貫いて流れており、ヨーロッパの住民のうちでキュネテス人に次いで最も西に住むケルト人の地から始まっているからである。
ῥέων δὲ διὰ πάσης τῆς Εὐρώπης ἐς τὰ πλάγια τῆς Σκυθίης ἐσβάλλει.
そして、全ヨーロッパを流れて、スキタイの側面へと入っていく。