Humanitext Reader

希罗多德 · 历史 §4.35.1-4.35.4

提洛人对阿尔格和奥皮斯的祭祀

第 599 段,共 1577 段 · 希腊语

内容简介

提洛人祭祀另外两位比前两人更早与神明一同到达的超北风人少女阿尔格和奥皮斯。妇女们为她们募集施舍,祭坛上的灰烬也被撒在她们的墓上。

§4.35.1αὗται μὲν δὴ ταύτην τιμὴν ἔχουσι πρὸς τῶν Δήλου οἰκητόρων.
这些少女确实从提洛的居民那里获得了这样的荣誉。
φασὶ δὲ οἱ αὐτοὶ οὗτοι καὶ τὴν Ἄργην τε καὶ τὴν Ὦπιν ἐούσας παρθένους ἐξ Ὑπερβορέων κατὰ τοὺς αὐτοὺς τούτους ἀνθρώπους πορευομένας ἀπικέσθαι ἐς Δῆλον ἔτι πρότερον Ὑπερόχης τε καὶ Λαοδίκης.
但这同一批人还说,阿尔格和奥皮斯同样是来自超北风人的少女,她们通过这些相同的人群旅行,甚至在希佩罗克和拉奥狄克之前就到达了提洛。
§4.35.2ταύτας μέν νυν τῇ Εἰλειθυίῃ ἀποφερούσας ἀντὶ τοῦ ὠκυτόκου τὸν ἐτάξαντο φόρον ἀπικέσθαι, τὴν δὲ Ἄργην τε καὶ τὴν Ὦπιν ἅμα αὐτοῖσι θεοῖσι ἀπικέσθαι λέγουσι καὶ σφι τιμὰς ἄλλας δεδόσθαι πρὸς σφέων·
他们说,前两者到达是为了向艾勒堤伊亚献上她们为求顺产而许下的贡物,而阿尔格和奥皮斯则是与神明一同到达的,提洛人还给予了她们其他不同的荣誉。
§4.35.3καὶ γὰρ ἀγείρειν σφι τὰς γυναῖκας ἐπονομαζούσας τὰ οὐνόματα ἐν τῷ ὕμνῳ τόν σφι Ὠλὴν ἀνὴρ Λύκιος ἐποίησε, παρὰ δὲ σφέων μαθόντας νησιώτας τε καὶ Ἴωνας ὑμνέειν Ὦπίν τε καὶ Ἄργην ὀνομάζοντάς τε καὶ ἀγείροντας ʽοὗτος δὲ ὁ Ὠλὴν καὶ τοὺς ἄλλους τοὺς παλαιοὺς ὕμνους ἐποίησε ἐκ Λυκίης ἐλθὼν τοὺς ἀειδομένους ἐν Δήλᾠ,
因为妇女们为她们募集施舍,并在吕基亚人奥伦为他们创作的赞歌中呼唤她们的名字;而岛屿居民和伊奥尼亚人也从他们那里学到,通过赞美奥皮斯和阿尔格、呼唤她们的名字来募集施舍。 (这位奥伦是从吕基亚来的,他也创作了其他在提洛传唱的古老赞歌。
§4.35.4καὶ τῶν μηρίων καταγιζομένων ἐπὶ τῷ βωμῷ τὴν σποδὸν ταύτην ἐπὶ τὴν θήκην τῆς Ὤπιός τε καὶ Ἄργης ἀναισιμοῦσθαι ἐπιβαλλομένην.
)他们还说,当大腿骨在祭坛上烧尽时,这些灰烬会被撒在奥皮斯和阿尔格的墓上,以此方式被消耗。
ἡ δὲ θήκη αὐτέων ἐστὶ ὄπισθε τοῦ Ἀρτεμισίου, πρὸς ἠῶ τετραμμένη, ἀγχοτάτω τοῦ Κηίων ἱστιητορίου.
她们的墓位于阿耳忒弥斯神殿的后面,朝向东方,最靠近凯奥斯人的会堂。

词汇与语法注释

  1. 4.35.1κατὰ τοὺς αὐτοὺς τούτους ἀνθρώπους — 介词 κατά 支配宾格,在此表示空间路径(“通过、经由”)。这里的“这些相同的人群”是指第33章中所述的、传递超北风人贡物的一系列民族。
  2. 4.35.2ταύτας — 指示代词 ταύτας(宾格阴性复数)根据其与向艾勒堤伊亚献上顺产贡物的关联,指的是前文的希佩罗克和拉奥狄克,并与后半句的 τὴν δὲ Ἄργην τε καὶ τὴν Ὦπιν 形成对比。
  3. 4.35.3ἀγείρειν σφι — 不定式 ἀγείρειν(募集施舍)依赖于间接引语的支配动词(如 λέγουσι)。与格的 σφι 作为利益与格,表示这些仪式行为是“为她们”(即阿尔格和奥皮斯)进行的。
  4. 4.35.4ἀναισιμοῦσθαι ἐπιβαλλομένην — 被动不定式 ἀναισιμοῦσθαι(被消耗、被使用)受到现在被动分词 ἐπιβαλλομένην(被撒上、被投掷)的修饰,表示灰烬通过被撒在墓上的方式而被消耗。

引用这一段

希罗多德, 历史 §4.35.1-4.35.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.35.1-4.35.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。