§4.34.1καὶ ταῦτα μὲν δὴ ταύτας οἶδα ποιεύσας·
我确知这些妇女在做这些事。
τῇσι δὲ παρθένοισι ταύτῃσι τῇσι ἐξ Ὑπερβορέων τελευτησάσῃσι ἐν Δήλῳ κείρονται καὶ αἱ κόραι καὶ οἱ παῖδες οἱ Δηλίων·
另一方面,为了那些来自超北风人并在提洛去世的少女们,提洛人的女孩和男孩们都剪下自己的头发。
αἱ μὲν πρὸ γάμου πλόκαμον ἀποταμνόμεναι καὶ περὶ ἄτρακτον εἱλίξασαι ἐπὶ τὸ σῆμα τιθεῖσι §4.34.2ʽτὸ δὲ σῆμα ἐστὶ ἔσω ἐς τὸ Ἀρτεμίσιον ἐσιόντι ἀριστερῆς χειρός, ἐπιπέφυκε δέ οἱ ἐλαίἠ, ὅσοι δὲ παῖδες τῶν Δηλίων, περὶ χλόην τινὰ εἱλίξαντες τῶν τριχῶν τιθεῖσι καὶ οὗτοι ἐπὶ τὸ σῆμα.
女孩们在结婚前剪下一缕头发,将其缠绕在纺锤上,然后放在墓上;(这座墓位于进入阿耳忒弥斯神殿内部时的左手方向,墓上生长着一棵橄榄树);提洛人的男孩们则把他们的一部分头发缠绕在某种青草上,他们也同样将其放在墓上。