§4.35.1αὗται μὲν δὴ ταύτην τιμὴν ἔχουσι πρὸς τῶν Δήλου οἰκητόρων.
These indeed have this honor from the inhabitants of Delos.
φασὶ δὲ οἱ αὐτοὶ οὗτοι καὶ τὴν Ἄργην τε καὶ τὴν Ὦπιν ἐούσας παρθένους ἐξ Ὑπερβορέων κατὰ τοὺς αὐτοὺς τούτους ἀνθρώπους πορευομένας ἀπικέσθαι ἐς Δῆλον ἔτι πρότερον Ὑπερόχης τε καὶ Λαοδίκης.
And these same people say that Arge and Opis also, being maidens from the Hyperboreans, journeying through these same peoples, arrived in Delos even before Hyperoche and Laodice.
§4.35.2ταύτας μέν νυν τῇ Εἰλειθυίῃ ἀποφερούσας ἀντὶ τοῦ ὠκυτόκου τὸν ἐτάξαντο φόρον ἀπικέσθαι, τὴν δὲ Ἄργην τε καὶ τὴν Ὦπιν ἅμα αὐτοῖσι θεοῖσι ἀπικέσθαι λέγουσι καὶ σφι τιμὰς ἄλλας δεδόσθαι πρὸς σφέων·
They say that the former indeed arrived bringing to Eileithyia the tribute they had agreed to pay for a swift birth, but that Arge and Opis arrived together with the gods themselves, and that other honors have been given to them by the Delians.
§4.35.3καὶ γὰρ ἀγείρειν σφι τὰς γυναῖκας ἐπονομαζούσας τὰ οὐνόματα ἐν τῷ ὕμνῳ τόν σφι Ὠλὴν ἀνὴρ Λύκιος ἐποίησε, παρὰ δὲ σφέων μαθόντας νησιώτας τε καὶ Ἴωνας ὑμνέειν Ὦπίν τε καὶ Ἄργην ὀνομάζοντάς τε καὶ ἀγείροντας ʽοὗτος δὲ ὁ Ὠλὴν καὶ τοὺς ἄλλους τοὺς παλαιοὺς ὕμνους ἐποίησε ἐκ Λυκίης ἐλθὼν τοὺς ἀειδομένους ἐν Δήλᾠ, §4.35.4καὶ τῶν μηρίων καταγιζομένων ἐπὶ τῷ βωμῷ τὴν σποδὸν ταύτην ἐπὶ τὴν θήκην τῆς Ὤπιός τε καὶ Ἄργης ἀναισιμοῦσθαι ἐπιβαλλομένην.
For indeed the women collect alms for them, naming their names in the hymn which Olen, a Lycian man, composed for them; and having learned from them, the islanders and Ionians sing hymns to Opis and Arge, naming them and collecting alms. (Now this Olen, coming from Lycia, also composed the other ancient hymns which are sung in Delos.) And they say that when the thigh-pieces are consumed on the altar, this ash is used up by being cast upon the grave of Opis and Arge.
ἡ δὲ θήκη αὐτέων ἐστὶ ὄπισθε τοῦ Ἀρτεμισίου, πρὸς ἠῶ τετραμμένη, ἀγχοτάτω τοῦ Κηίων ἱστιητορίου.
And their grave is behind the Artemision, turned towards the east, closest to the banquet-hall of the Ceians.