§4.33.1πολλῷ δέ τι πλεῖστα περὶ αὐτῶν Δήλιοι λέγουσι, φάμενοι ἱρὰ ἐνδεδεμένα ἐν καλάμῃ πυρῶν ἐξ Ὑπερβορέων φερόμενα ἀπικνέεσθαι ἐς Σκύθας, ἀπὸ δὲ Σκυθέων ἤδη δεκομένους αἰεὶ τοὺς πλησιοχώρους ἑκάστους κομίζειν αὐτὰ τὸ πρὸς ἑσπέρης ἑκαστάτω ἐπὶ τὸν Ἀδρίην, §4.33.2ἐνθεῦτεν δὲ πρὸς μεσαμβρίην προπεμπόμενα πρώτους Δωδωναίους Ἑλλήνων δέκεσθαι, ἀπὸ δὲ τούτων καταβαίνειν ἐπὶ τὸν Μηλιέα κόλπον καὶ διαπορεύεσθαι ἐς Εὔβοιαν, πόλιν τε ἐς πόλιν πέμπειν μέχρι Καρύστου, τὸ δʼ ἀπὸ ταύτης ἐκλιπεῖν Ἄνδρον· Καρυστίους γὰρ εἶναι τοὺς κομίζοντας ἐς Τῆνον, Τηνίους δὲ ἐς Δῆλον.
但关于他们,提洛人所说的显然最多,他们声称包裹在麦秆中的神圣供物从超北风人那里运来,送达斯基泰人手中,而从斯基泰人开始,由邻近的各个民族依次接运,一直向西运送到最远处的亚得里亚海,从那里向南传送,希腊人中首先由多多纳人接收,从他们那里下行到马利亚湾并渡海到优卑亚,并从一个城市传送到另一个城市,直到卡律斯托斯,但从那里开始,线路避开安德罗斯;因为是卡律斯托斯人将其运往特诺斯,而特诺斯人将其运往提洛。
§4.33.3ἀπικνέεσθαι μέν νυν οὕτω ταῦτα τὰ ἱρὰ λέγουσι ἐς Δῆλον· πρῶτον δὲ τοὺς Ὑπερβορέους πέμψαι φερούσας τὰ ἱρὰ δὺο κόρας, τὰς ὀνομάζουσι Δήλιοι εἶναι Ὑπερόχην τε καὶ Λαοδίκην· ἅμα δὲ αὐτῇσι ἀσφαλείης εἵνεκεν πέμψαι τοὺς Ὑπερβορέους τῶν ἀστῶν ἄνδρας πέντε πομπούς, τούτους οἳ νῦν Περφερέες καλέονται τιμὰς μεγάλας ἐν Δήλῳ ἔχοντες.
那么,他们说这些神圣的供物就是这样抵达提洛的;而最初,超北风人派遣了两位携带供物的少女,提洛人称她们为许佩罗克和劳狄刻;同时,为了安全起见,超北风人派遣了他们公民中的五位男子作为护送者与她们同行,这些人现在被称为“佩尔斐雷伊斯”,在提洛享有极大的尊荣。
§4.33.4ἐπεὶ δὲ τοῖσι Ὑπερβορέοισι τοὺς ἀποπεμφθέντας ὀπίσω οὐκ ἀπονοστέειν, δεινὰ ποιευμένους εἰ σφέας αἰεὶ καταλάμψεται ἀποστέλλοντας μὴ ἀποδέκεσθαι, οὕτω δὴ φέροντας ἐς τοὺς οὔρους τὰ ἱρὰ ἐνδεδεμένα ἐν πυρῶν καλάμῃ τοὺς πλησιοχώρους ἐπισκήπτειν κελεύοντας προπέμπειν σφέα ἀπὸ ἑωυτῶν ἐς ἄλλο ἔθνος.
然而,当被派去的人没有回到超北风人那里时,他们认为,如果总是发生这种他们派出使者却无法接他们回来的事情,那将是件可怕的事,于是他们把包裹在麦秆中的神圣供物带到国境,托付给邻人,叮嘱他们将这些供物从自己这里传送到另一个民族。
§4.33.5καὶ ταῦτα μὲν οὕτω προπεμπόμενα ἀπικνέεσθαι λέγουσι ἐς Δῆλον.
他们说,这些东西就是这样被传送着抵达提洛的。
οἶδα δὲ αὐτὸς τούτοισι τοῖσι ἱροῖσι τόδε ποιεύμενον προσφερές, τὰς Θρηικίας καὶ τὰς Παιονίδας γυναῖκας, ἐπεὰν θύωσι τῇ Ἀρτέμιδι τῇ βασιλείῃ, οὐκ ἄνευ πυρῶν καλάμης ἐχούσας τὰ ἱρά.
我自己知道有与这些神圣供物相似的事情发生,那就是色雷斯和派奥尼亚的妇女,当她们向王后阿耳忒弥斯献祭时,拿供物时必定带着麦秆。