§4.33.1πολλῷ δέ τι πλεῖστα περὶ αὐτῶν Δήλιοι λέγουσι, φάμενοι ἱρὰ ἐνδεδεμένα ἐν καλάμῃ πυρῶν ἐξ Ὑπερβορέων φερόμενα ἀπικνέεσθαι ἐς Σκύθας, ἀπὸ δὲ Σκυθέων ἤδη δεκομένους αἰεὶ τοὺς πλησιοχώρους ἑκάστους κομίζειν αὐτὰ τὸ πρὸς ἑσπέρης ἑκαστάτω ἐπὶ τὸν Ἀδρίην, §4.33.2ἐνθεῦτεν δὲ πρὸς μεσαμβρίην προπεμπόμενα πρώτους Δωδωναίους Ἑλλήνων δέκεσθαι, ἀπὸ δὲ τούτων καταβαίνειν ἐπὶ τὸν Μηλιέα κόλπον καὶ διαπορεύεσθαι ἐς Εὔβοιαν, πόλιν τε ἐς πόλιν πέμπειν μέχρι Καρύστου, τὸ δʼ ἀπὸ ταύτης ἐκλιπεῖν Ἄνδρον·
だが、彼らについて群を抜いて最も多くのことを語っているのはデロス人であり、小麦の藁に包まれた聖なる供物がハイパーボレオス人の国から運ばれてスキタイ人のもとへ到着し、スキタイ人からは、今度は隣接する人々がそれぞれ順にそれを受け取って、最も西の端のアドリア海まで運んでいき、そこからは南へ送り出され、ギリシア人の中ではドドナ人が最初にそれを受け取り、彼らからはメリア湾へと下り、エウボイアへと渡り、カリュストスに至るまで都市から都市へと送られ、そこから先はアンドロスを外れて進む。
Καρυστίους γὰρ εἶναι τοὺς κομίζοντας ἐς Τῆνον, Τηνίους δὲ ἐς Δῆλον.
というのも、カリュストス人がそれをテノスへと運び、テノス人がデロスへと運ぶからである。
§4.33.3ἀπικνέεσθαι μέν νυν οὕτω ταῦτα τὰ ἱρὰ λέγουσι ἐς Δῆλον·
さて、これらの聖なる供物はこのようにしてデロスに到着するのだと彼らは言う。
πρῶτον δὲ τοὺς Ὑπερβορέους πέμψαι φερούσας τὰ ἱρὰ δὺο κόρας, τὰς ὀνομάζουσι Δήλιοι εἶναι Ὑπερόχην τε καὶ Λαοδίκην·
そして最初、ハイパーボレオス人は、デロス人がヒュペロケとラオディケと呼ぶ二人の乙女にその供物を持たせて派遣した。
ἅμα δὲ αὐτῇσι ἀσφαλείης εἵνεκεν πέμψαι τοὺς Ὑπερβορέους τῶν ἀστῶν ἄνδρας πέντε πομπούς, τούτους οἳ νῦν Περφερέες καλέονται τιμὰς μεγάλας ἐν Δήλῳ ἔχοντες.
また安全のために彼女たちに同行させて、ハイパーボレオス人は市民の中から護衛として五人の男を派遣したが、この者たちは現在「ペルペレエス」と呼ばれ、デロスで大きな名誉を得ている。
§4.33.4ἐπεὶ δὲ τοῖσι Ὑπερβορέοισι τοὺς ἀποπεμφθέντας ὀπίσω οὐκ ἀπονοστέειν, δεινὰ ποιευμένους εἰ σφέας αἰεὶ καταλάμψεται ἀποστέλλοντας μὴ ἀποδέκεσθαι, οὕτω δὴ φέροντας ἐς τοὺς οὔρους τὰ ἱρὰ ἐνδεδεμένα ἐν πυρῶν καλάμῃ τοὺς πλησιοχώρους ἐπισκήπτειν κελεύοντας προπέμπειν σφέα ἀπὸ ἑωυτῶν ἐς ἄλλο ἔθνος.
しかし、派遣された者たちがハイパーボレオス人のもとへ戻ってこなかったとき、彼らは、送り出しながらも戻ってきた者を受け取ることができないという事態が常に自分たちに降りかかるのを恐ろしく思い、それゆえ、小麦の藁に包まれた聖なる供物を境界まで運び、隣接する人々に、それを自分たちのところから次の民族へと順に送るよう命じ頼むようになった。
§4.33.5καὶ ταῦτα μὲν οὕτω προπεμπόμενα ἀπικνέεσθαι λέγουσι ἐς Δῆλον.
そして、これらの供物はそのように順送りされてデロスに到着するのだと彼らは言っている。
οἶδα δὲ αὐτὸς τούτοισι τοῖσι ἱροῖσι τόδε ποιεύμενον προσφερές, τὰς Θρηικίας καὶ τὰς Παιονίδας γυναῖκας, ἐπεὰν θύωσι τῇ Ἀρτέμιδι τῇ βασιλείῃ, οὐκ ἄνευ πυρῶν καλάμης ἐχούσας τὰ ἱρά.
私は、これらの聖なる供物に類似した次のことが行われているのを自ら知っている。 トラキアやパイオニアの女性たちが、王たるアルテミスに犠牲を捧げるとき、小麦の藁なしには供物を持たないということである。