§4.32.1Ὑπερβορέων δὲ πέρι ἀνθρώπων οὔτε τι Σκύθαι λέγουσι οὐδὲν οὔτε τινὲς ἄλλοι τῶν ταύτῃ οἰκημένων, εἰ μὴ ἄρα Ἰσσηδόνες.
关于超北风人,斯基泰人没有提及任何事情,居住在这一地区的其他任何人也同样没有,除非也许是伊塞顿人。
ὡς δὲ ἐγὼ δοκέω, οὐδʼ οὗτοι λέγουσι οὐδέν· ἔλεγον γὰρ ἂν καὶ Σκύθαι, ὡς περὶ τῶν μουνοφθάλμων λέγουσι.
但依我之见,甚至连他们也什么都没说;因为若是如此,斯基泰人也会谈论他们,就像他们谈论独眼人那样。
ἀλλʼ Ἡσιόδῳ μὲν ἐστὶ περὶ Ὑπερβορέων εἰρημένα, ἔστι δὲ καὶ Ὁμήρῳ ἐν Ἐπιγόνοισι, εἰ δὴ τῷ ἐόντι γε Ὅμηρος ταῦτα τὰ ἔπεα ἐποίησε.
不过,赫西俄德曾提到过超北风人,荷马在《后裔传》中也提到过,如果这首诗确实是荷马真正创作的话。