§4.3.1ἐκ τούτων δὴ ὦν σφι τῶν δούλων καὶ τῶν γυναικῶν ἐτράφη νεότης·
且说,从这些奴隶和妇女中抚养起了一代年轻后嗣。
οἳ ἐπείτε ἔμαθον τὴν σφετέρην γένεσιν, ἠντιοῦντο αὐτοῖσι κατιοῦσι ἐκ τῶν Μήδων.
当他们得知自己的身世后,便挺身反抗那些从米底归来的塞人。
§4.3.2καὶ πρῶτα μὲν τὴν χώρην ἀπετάμοντο, τάφρον ὀρυξάμενοι εὐρέαν κατατείνουσαν ἐκ τῶν Ταυρικῶν ὀρέων ἐς τὴν Μαιῆτιν λίμνην, τῇ περ ἐστὶ μεγίστη· μετά γε πειρωμένοισι ἐσβάλλειν τοῖσι Σκύθῃσι ἀντικατιζόμενοι ἐμάχοντο.
首先,他们通过挖掘一条从陶里卡山脉一直延伸到梅奥蒂斯湖(在湖面最宽处)的宽大壕沟,将这片土地割断开来;此后,在塞人企图入侵时,他们严阵以待与之交战。
§4.3.3γινομένης δὲ μάχης πολλάκις καί οὐ δυναμένων οὐδὲν πλέον ἔχειν τῶν Σκυθέων τῇ μάχῃ, εἷς αὐτῶν ἔλεξε τάδε. οἷα ποιεῦμεν, ἄνδρες Σκύθαι·
战斗多次发生,而塞人在战斗中无法占到半点便宜,于是他们中的一个人说道: “塞斯人啊,我们这是在做什么呢?
δούλοισι τοῖσι ἡμετέροισι μαχόμενοι αὐτοί τε κτεινόμενοι ἐλάσσονες γινόμεθα καὶ ἐκείνους κτείνοντες ἐλασσόνων τὸ λοιπὸν ἄρξομεν.
与我们自己的奴隶交战,我们自己被杀,人数变少,而杀死了他们,我们此后统治的人也变少了。
§4.3.4νῦν ὦν μοι δοκέει αἰχμὰς μὲν καὶ τόξα μετεῖναι, λαβόντα δὲ ἕκαστον τοῦ ἵππου τὴν μάστιγα ἰέναι ἆσσον αὐτῶν.
所以现在,在我看来,应当放下长枪和弓箭,每个人拿着自己的马鞭,朝他们走过去。
μέχρι μὲν γὰρ ὥρων ἡμέας ὅπλα ἔχοντας, οἳ δὲ ἐνόμιζον ὅμοιοί τε καί ἐξ ὁμοίων ἡμῖν εἶναι· ἐπεὰν δὲ ἴδωνται μάστιγας ἀντὶ ὅπλων ἔχοντας, μαθόντες ὡς εἰσὶ ἡμέτεροι δοῦλοι καὶ συγγνόντες τοῦτο, οὐκ ὑπομενέουσι.
因为只要他们看到我们拿着武器,他们就认为自己与我们平等,并且也是由平等的人所生;但一旦他们看到我们拿着的是鞭子而不是武器,他们就会明白自己是我们的奴隶,并承认这一点,从而不敢再坚守抵抗。 ”