§4.2.1τοὺς δὲ δούλους οἱ Σκύθαι πάντας τυφλοῦσι τοῦ γάλακτος εἵνεκεν τοῦ πίνουσι ποιεῦντες ὧδε.
塞人为了他们所饮用的乳汁,将所有的奴隶双眼弄瞎。
ἐπεάν φυσητῆρας λάβωσι ὀστεΐνους αὐλοῖσι προσεμφερεστάτους, τούτους ἐσθέντες ἐς τῶν θηλέων ἵππων τά ἄρθρα φυσῶσι τοῖσι στόμασι, ἄλλοι δὲ ἄλλων φυσώντων ἀμέλγουσι.
他们是这样做的:当他们拿到极像笛子的骨制吹管后,便将其插入母马的私处,用口吹气,当一些人在吹气时,另一些人就挤奶。
φασὶ δὲ τοῦδε εἵνεκα τοῦτο ποιέειν· τὰς φλέβας τε πίμπλασθαι φυσωμένας τῆς ἵππου καὶ τὸ οὖθαρ κατίεσθαι.
他们说,他们这样做是为了这个原因:当母马被吹气时,其脉管就会充盈,乳房也会垂下。
§4.2.2ἐπεὰν δὲ ἀμέλξωσι τὸ γάλα, ἐσχέαντες ἐς ξύλινα ἀγγήια κοῖλα καὶ περιστίξαντες κατὰ τὰ ἀγγήια τοὺς τυφλοὺς δονέουσι τὸ γάλα, καὶ τὸ μὲν αὐτοῦ ἐπιστάμενον ἀπαρύσαντες ἡγεῦνται εἶναι τιμιώτερον, τό δʼ ὑπιστάμενον ἧσσον τοῦ ἑτέρου.
他们挤出奶后,将其倒入中空的木制器皿中,并让盲人们围绕着器皿站立,使他们搅拌乳汁。 然后,他们把浮在上面的部分舀出来,认为它更有价值,而把沉在底部的部分视为不如前者。
τούτων μὲν εἵνεκα ἅπαντα τὸν ἂν λάβωσι οἱ Σκύθαι ἐκτυφλοῦσι.
由于这些原因,塞人把他们捕获的所有人都弄瞎。
οὐ γὰρ ἀρόται εἰσὶ ἀλλὰ νομάδες.
因为他们不是农夫,而是游牧民。