§4.26.1νόμοισι δὲ Ἰσσηδόνες τοῖσιδε λέγονται χρᾶσθαι.
据说伊塞顿人遵守如下的习俗。
ἐπεὰν ἀνδρὶ ἀποθάνῃ πατήρ, οἱ προσήκοντες πάντες προσάγουσι πρόβατα, καὶ ἔπειτα ταῦτα θύσαντες καὶ καταταμόντες τὰ κρέα κατατάμνουσι καὶ τὸν τοῦ δεκομένου τεθνεῶτα γονέα, ἀναμίξαντες δὲ πάντα τὰ κρέα δαῖτα προτίθενται·
每当一个男人的父亲去世时,他所有的亲属都会牵来绵羊,然后,在宰杀了这些羊并切碎其肉之后,他们也将款待客人的主人的亡父遗体切碎,并将所有的肉混合在一起,作为宴席摆放出来。
§4.26.2τὴν δὲ κεφαλὴν αὐτοῦ ψιλώσαντες καὶ ἐκκαθήραντες καταχρυσοῦσι καὶ ἔπειτα ἅτε ἀγάλματι χρέωνται, θυσίας μεγάλας ἐπετείους ἐπιτελέοντες.
至于死者的头颅,他们剥去头发和肌肉,清理干净,并镀上黄金,随后便将其视同神像一般对待,举行盛大的年度祭祀。
παῖς δὲ πατρὶ τοῦτο ποιέει, κατά περ Ἕλληνες τὰ γενέσια.
儿子为父亲举行这一仪式,正如希腊人举行祖先祭(Genesia)一样。
ἄλλως δὲ δίκαιοι καὶ οὗτοι λέγονται εἶναι, ἰσοκρατέες δὲ ὁμοίως αἱ γυναῖκες τοῖσι ἀνδράσι.
在其他方面,据说这些人也是公正的,而妇女与男子一样拥有平等的权力。