Humanitext Reader

希罗多德 · 历史 §4.23.1-4.23.5

秃头的阿尔吉帕伊人及其习俗

第 587 段,共 1577 段 · 希腊语

内容简介

文中描述了居住在斯基泰境外崎岖山脚下的阿尔吉帕伊人。他们生来秃头并被视为神圣,依靠一种名为蓬提孔的树木获取食物并建造住所。

§4.23.1μέχρι μὲν δὴ τῆς τούτων τῶν Σκυθέων χώρης ἐστὶ ἡ καταλεχθεῖσα πᾶσα πεδιάς τε γῆ καὶ βαθύγαιος, τὸ δʼ ἀπὸ τούτου λιθώδης τʼ ἐστὶ καὶ τρηχέα.
直到这部分斯基泰人的土地,此前所叙述的所有地方都是肥沃的平原,但从此往后则是多石而崎岖的土地。
§4.23.2διεξελθόντι δὲ καὶ τῆς τρηχέης χώρης πολλὸν οἰκέουσι ὑπώρεαν ὀρέων ὑψηλῶν ἄνθρωποι λεγόμενοι εἶναι πάντες φαλακροὶ ἐκ γενετῆς γινόμενοι, καὶ ἔρσενες καὶ θήλεαι ὁμοίως, καὶ σιμοὶ καὶ γένεια ἔχοντες μεγάλα, φωνὴν δὲ ἰδίην ἱέντες, ἐσθῆτι δὲ χρεώμενοι Σκυθικῇ, ζῶντες δὲ ἀπὸ δενδρέων.
对于穿过这一大片崎岖土地的人来说,在高山脚下居住着一帮人,据说他们男女老少生来都是秃头,塌鼻子,留着大胡子,操着独特的语言,穿戴着斯基泰式的服饰,依靠树木生活。
§4.23.3ποντικὸν μὲν οὔνομα τῷ δενδρέῳ ἀπʼ οὗ ζῶσι, μέγαθος δὲ κατὰ συκέην μάλιστά κῃ.
他们赖以生存的树木名叫“蓬提孔”,大小约与无花果树相当。
καρπὸν δὲ φορέει κυάμῳ ἴσον, πυρῆνα δὲ ἔχει.
它结出如蚕豆般的果实,内有果核。
τοῦτο ἐπεὰν γένηται πέπον, σακκέουσι ἱματίοισι, ἀπορρέει δὲ ἀπʼ αὐτοῦ παχὺ καὶ μέλαν· οὔνομα δὲ τῷ ἀπορρέοντι ἐστὶ ἄσχυ·
当这果实成熟后,他们用布将其过滤,便有浓稠黑色的汁液流出;这流出的汁液名叫“阿斯库”。
τοῦτο καὶ λείχουσι καὶ γάλακτι συμμίσγοντες πίνουσι, καὶ ἀπὸ τῆς παχύτητος αὐτοῦ τῆς τρυγὸς παλάθας συντιθεῖσι καὶ ταύτας σιτέονται.
他们既舔食这种汁液,也将其掺入牛奶中饮用,并用其浓稠的渣滓做成面饼食用。
§4.23.4πρόβατα γάρ σφι οὐ πολλά ἐστι. οὐ γάρ τι σπουδαῖαι αἱ νομαὶ αὐτόθι εἰσί.
因为他们没有多少羊群,那里的牧草并不优良。
ὑπὸ δενδρέῳ δὲ ἕκαστος κατοίκηται, τὸν μὲν χειμῶνα ἐπεὰν τὸ δένδρεον περικαλύψῃ πίλῳ στεγνῷ λευκῷ, τὸ δὲ θέρος ἄνευ πίλου.
每个人都住在树下,冬天时他用厚实的白色毡布将树遮盖起来,夏天则不用毡布。
§4.23.5τούτους οὐδεὶς ἀδικέει ἀνθρώπων· ἱροὶ γὰρ λέγονται εἶναι· οὐδέ τι ἀρήιον ὅπλον ἐκτέαται.
没有任何人会伤害他们,因为据说他们是神圣的;他们也没有任何兵器。
καὶ τοῦτο μὲν τοῖσι περιοικέουσι οὗτοι εἰσὶ οἱ τὰς διαφορὰς διαιρέοντες, τοῦτο δὲ ὃς ἂν φεύγων καταφύγῃ ἐς τούτους, ὑπʼ οὐδενὸς ἀδικέεται·
一方面,他们是为邻近居民调解争端的人;另一方面,任何逃亡并投奔他们的人,都不会受到任何人的伤害。
οὔνομα δέ σφι ἐστὶ Ἀργιππαῖοι.
他们的名字叫阿尔吉帕伊人。

词汇与语法注释

  1. §4.23.2διεξελθόντι — 所谓的“旅行者与格”(关系与格),在地理描写中常用以表示在进行该动作(在此指穿过崎岖土地)之人的视角下所呈现的空间位置。
  2. §4.23.2ὑπώρεαν — 不带介词的宾格,在此用作不及物动词 οἰκέουσι 的宾语(或表示地点的处所性宾格),表示“沿着/在山脚下居住”。
  3. §4.23.5τοῦτο μὲν... τοῦτο δὲ — 代词中性单数宾格作副词使用的关联句式,意为“一方面……,另一方面……”,以此对比连接主句中的两个特点(调解争端与保护逃亡者)。

引用这一段

希罗多德, 历史 §4.23.1-4.23.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.23.1-4.23.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。