§4.202.1τοὺς μέν νυν αἰτιωτάτους τῶν Βαρκαίων ἡ Φερετίμη, ἐπείτε οἱ ἐκ τῶν Περσέων παρεδόθησαν, ἀνεσκολόπισε κύκλῳ τοῦ τείχεος, τῶν δέ σφι γυναικῶν τοὺς μαζοὺς ἀποταμοῦσα περιέστιξε καὶ τούτοισι τὸ τεῖχος·
至于巴尔克人中罪责最重的人,费雷提美在他们被波斯人交给自己后,便将他们钉死在城墙四周的木桩上;她还割下了他们妻子的乳房,并将这些乳房也插满在城墙的周围。
§4.202.2τοὺς δὲ λοιποὺς τῶν Βαρκαίων ληίην ἐκέλευε θέσθαι τοὺς Πέρσας, πλὴν ὅσοι αὐτῶν ἦσαν Βαττιάδαι τε καὶ τοῦ φόνου οὐ μεταίτιοι· τούτοισι δὲ τὴν πόλιν ἐπέτρεψε ἡ Φερετίμη.
至于巴尔克人的其余人,她命令波斯人将他们当作战利品掳走,但其中属于巴提亚德斯家族且未参与谋杀的人除外;费雷提美将这座城市托付给了这些人。