§4.202.1τοὺς μέν νυν αἰτιωτάτους τῶν Βαρκαίων ἡ Φερετίμη, ἐπείτε οἱ ἐκ τῶν Περσέων παρεδόθησαν, ἀνεσκολόπισε κύκλῳ τοῦ τείχεος, τῶν δέ σφι γυναικῶν τοὺς μαζοὺς ἀποταμοῦσα περιέστιξε καὶ τούτοισι τὸ τεῖχος·
さて、フェレティメは、バルケ人たちのうち最も罪の重い者たちがペルシア人たちから彼女に引き渡されると、彼らを城壁の周囲に串刺しにし、また彼らの妻たちの乳房を切り落として、これらでもって城壁をぐるりと囲むように突き刺した。
§4.202.2τοὺς δὲ λοιποὺς τῶν Βαρκαίων ληίην ἐκέλευε θέσθαι τοὺς Πέρσας, πλὴν ὅσοι αὐτῶν ἦσαν Βαττιάδαι τε καὶ τοῦ φόνου οὐ μεταίτιοι·
そして、バルケ人の残りの者たちについては、彼女はペルシア人たちに戦利品とするよう命じた。 ただし、彼らのうちでバッティアダイの一族であり、かつあの殺害に加担していなかった者たちは除外された。
τούτοισι δὲ τὴν πόλιν ἐπέτρεψε ἡ Φερετίμη.
フェレティメは彼らに町を委ねた。