§4.203.1τοὺς ὦν δὴ λοιποὺς τῶν Βαρκαίων οἱ Πέρσαι ἀνδραποδισάμενοι ἀπήισαν ὀπίσω·
于是波斯人将巴尔克人的其余人奴役,随后踏上归途。
καὶ ἐπείτε ἐπὶ τῇ Κυρηναίων πόλι ἐπέστησαν, οἱ Κυρηναῖοι λόγιόν τι ἀποσιεύμενοι διεξῆκαν αὐτοὺς διὰ τοῦ ἄστεος.
当他们来到昔兰尼人的城前时,昔兰尼人为了避开某种神谕的惩罚,便让他们穿过市街通过。
§4.203.2διεξιούσης δὲ τῆς στρατιῆς Βάδρης μὲν ὁ τοῦ ναυτικοῦ στρατοῦ στρατηγὸς ἐκέλευε αἱρέειν τὴν πόλιν, Ἄμασις δὲ ὁ τοῦ πεζοῦ οὐκ ἔα· ἐπὶ Βάρκην γὰρ ἀποσταλῆναι μούνην Ἑλληνίδα πόλιν·
当军队穿城而过时,海军将军巴德雷斯主张攻占这座城市,但陆军将军阿玛西斯不准许;因为他说,在希腊城市中,他们仅是被派来攻打巴尔克一处的。
ἐς ὃ διεξελθοῦσι καὶ ἱζομένοισι ἐπὶ Διὸς Λυκαίου ὄχθον μετεμέλησέ σφι οὐ σχοῦσι τὴν Κυρήνην.
然而,当他们穿过去并在吕凯奥斯宙斯之丘安营扎寨时,他们便后悔没有占领昔兰尼。
καὶ ἐπειρῶντο τὸ δεύτερον παριέναι ἐς αὐτήν· οἱ δὲ Κυρηναῖοι οὐ περιώρων.
于是他们企图第二次进入城内,但昔兰尼人并不允许他们这么做。
§4.203.3τοῖσι δὲ Πέρσῃσι οὐδενὸς μαχομένου φόβος ἐνέπεσε, ἀποδραμόντες τε ὅσον τε ἑξήκοντα στάδια ἵζοντο·
这时,虽无人与他们交战,波斯人却陷入了恐慌,他们仓皇逃跑,在约六十斯塔德之外驻扎下来。
ἱδρυθέντι δὲ τῷ στρατοπέδῳ ταύτῃ ἦλθε παρὰ Ἀρυνάνδεω ἄγγελος ἀποκαλέων αὐτούς.
当营地在此建立后,阿里安德斯派来召回他们的使者到了。
οἱ δὲ Πέρσαι Κυρηναίων δεηθέντες ἐπόδιά σφι δοῦναι ἔτυχον, λαβόντες δὲ ταῦτα ἀπαλλάσσοντο ἐς τὴν Αἴγυπτον.
波斯人请求昔兰尼人给他们提供旅途的口粮并得以获取,拿到这些东西后,他们便撤往埃及。
§4.203.4παραλαβόντες δὲ τὸ ἐνθεῦτεν αὐτοὺς Λίβυες τῆς τε ἐσθῆτος εἵνεκα καὶ τῆς σκευῆς τοὺς ὑπολειπομένους αὐτῶν καὶ ἐπελκομένους ἐφόνευον, ἐς ὃ ἐς τὴν Αἴγυπτον ἀπίκοντο.
此后,利比亚人沿途袭击他们,为了夺取他们的衣物和装备,将他们之中落伍和拖延的人一一杀害,直到他们抵达埃及。