Humanitext Reader

希罗多德 · 历史 §4.181.1-4.181.4

利比亚的砂脊与阿蒙人的太阳之泉

第 745 段,共 1577 段 · 希腊语

内容简介

记述了利比亚内陆的砂石山脊、每隔十天行程分布的盐丘与泉水,并详细介绍了阿蒙人那口随太阳运行而改变水温的“太阳之泉”。

§4.181.1οὗτοι μὲν οἱ παραθαλάσσιοι τῶν νομάδων Λιβύων εἰρέαται, ὑπὲρ δὲ τούτων ἐς μεσόγαιαν ἡ θηριώδης ἐστὶ Λιβύη, ὑπὲρ δὲ τῆς θηριώδεος ὀφρύη ψάμμης κατήκει παρατείνουσα ἀπὸ Θηβέων τῶν Αἰγυπτιέων ἐπʼ Ἡρακλέας στήλας.
以上是已经叙述过的居住在沿海一带的游牧利比亚人;在他们上方,往内陆方向是猛兽成群的利比亚;而在猛兽成群的利比亚上方,有一道砂石隆起的山脊,从埃及的底比斯一直延伸到赫拉克勒斯之柱。
§4.181.2ἐν δὲ τῇ ὀφρύῃ ταύτῃ μάλιστα διὰ δέκα ἡμερέων ὁδοῦ ἁλός ἐστι τρύφεα κατὰ χόνδρους μεγάλους ἐν κολωνοῖσι, καὶ ἐν κορυφῇσι ἑκάστου τοῦ κολωνοῦ ἀνακοντίζει ἐκ μέσου τοῦ ἁλὸς ὕδωρ ψυχρὸν καὶ γλυκύ, περὶ δὲ αὐτὸν ἄνθρωποι οἰκέουσι ἔσχατοι πρὸς τῆς ἐρήμου καὶ ὑπὲρ τῆς θηριώδεος, πρῶτοι μὲν ἀπὸ Θηβέων διὰ δέκα ἡμερέων ὁδοῦ Ἀμμώνιοι, ἔχοντες τὸ ἱρὸν ἀπὸ τοῦ Θηβαιέος Διός· καὶ γὰρ τὸ ἐν Θήβῃσι, ὡς καὶ πρότερον εἴρηταί μοι, κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ἐστί.
在这道山脊上,大约每隔十天的行程,就有大块的盐积聚成一个个丘陵,在每个丘陵的顶端,冷而甘甜的水从盐的中央喷涌而出。 在它的周围,居住着最靠近沙漠、且在猛兽成群的利比亚之上方的最边缘的人。 从底比斯出发相隔十天行程的第一批人是阿蒙人,他们拥有源自底比斯宙斯的神庙;因为正如我之前说过的,底比斯那里的宙斯神像也是公羊面的。
§4.181.3τυγχάνει δὲ καὶ ἄλλο σφι ὕδωρ κρηναῖον ἐὸν, τὸ τὸν μὲν ὄρθρον γίνεται χλιαρόν, ἀγορῆς δὲ πληθυούσης ψυχρότερον, μεσαμβρίη τε ἐστὶ καὶ τὸ κάρτα γίνεται ψυχρόν· §4.181.4τηνικαῦτα δὲ ἄρδουσι τοὺς κήπους·
他们那里恰好还有另一种泉水,在黎明时它是温的,到集市贸易繁忙时它变得更冷,到了正午时分它就变得非常冷;这时候他们便用这水灌溉花园。
ἀποκλινομένης δὲ τῆς ἡμέρης ὑπίεται τοῦ ψυχροῦ, ἐς οὗ δύεταί τε ὁ ἥλιος καὶ τὸ ὕδωρ γίνεται χλιαρόν.
随着太阳偏西,冷意渐渐消退,直到太阳下山,水又变得温热。
ἐπὶ δὲ μᾶλλον ἰὸν ἐς τὸ θερμὸν ἐς μέσας νύκτας πελάζει, τηνικαῦτα δὲ ζέει ἀμβολάδην· παρέρχονται τε μέσαι νύκτες καὶ ψύχεται μέχρι ἐς ἠῶ.
随后水温进一步升高,临近子夜,这时水便剧烈沸腾起来;过了子夜,它又逐渐冷却,直到黎明。
ἐπίκλησιν δὲ αὕτη ἡ κρήνη καλέεται ἡλίου.
这口泉的名字叫作“太阳之泉”。

词汇与语法注释

  1. §4.181.1ὑπὲρ δὲ τούτων ἐς μεσόγαιαν — 介词 ὑπέρ(支配属格)在空间上意为“在……上方”,此处在地理上表示从沿海向内陆(向南)延伸的方向。
  2. §4.181.2διὰ δέκα ἡμερέων ὁδοῦ — 介词 διά(支配属格)表示空间或时间上的间隔(每隔……),在此处解释为“每隔十天的行程”。
  3. §4.181.2περὶ δὲ αὐτὸν — 代词 αὐτόν(阳性单数宾格)的先行词是紧接其前的 κολωνοῦ(阳性名词 κολωνός“丘陵”的属格),指代盐丘(绿洲)的周围。
  4. §4.181.3τυγχάνει δὲ καὶ ἄλλο σφι ὕδωρ κρηναῖον ἐὸν — 动词 τυγχάνω 与现在分词 ἐόν(εἰμί 的伊奥尼亚方言分词形式,中性单数)结合,构成“恰好是……”的句式。σφι 是针对他们(阿蒙人)的关系与格。
  5. §4.181.4ὑπίεται τοῦ ψυχροῦ — 动词 ὑπίεται(ὑπίημι 的中动相第三人称单数)作不及物动词用,意为“减弱”或“消退”,伴随表示分离或部分的属格 τοῦ ψυχροῦ,表示“冷意消退”。
  6. §4.181.4ἐπὶ δὲ μᾶλλον ἰὸν ἐς τὸ θερμὸν — 现在分词 ἰόν(εἶμι“去”的中性单数)修饰主语 ὕδωρ(水)。与介词 ἐπί 及副词 μᾶλλον 连用,意为“进一步向热的状态发展”。

引用这一段

希罗多德, 历史 §4.181.1-4.181.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.181.1-4.181.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。